Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.138
Not analysed yet
Ἀπόλλων ἐστὶ παραίτιος· ὅθεν καὶ Δήλιος ἐπιθετικῶς ὀνομάζεται ὡς δῆλα καὶ εὐόρατα πάντα ποιῶν. καὶ ἀετὸς δὲ τῷ Διΐ, ἤτοι τῷ αἰθερίῳ ἀέρι, ἀνιέρωται οὐ μόνον ὡς τελείῳ τέλειος καὶ ὡς οὐρανίῳ ὑψιπέτης, ἀλλὰ καὶ διὰ τὴν κατὰ τοὔνομα κοινωνίαν. ἀετός τε γὰρ καὶ ἀὴρ ἄμφω παρὰ τὸ ἄω τὸ πνέω δοκοῦσι παράγεσθαι. οἰκεῖος δέ πως καὶ λάρος Ἑρμῇ οὐ μόνον ὡς Ἀργεϊφόντῃ λευκός, ἀλλὰ καὶ κατὰ τὸ παρωνυμεῖν τρόπον τινὰ τῇ τοῦ λόγου γλυκύτητι. ὁ τε γὰρ λόγος πρᾶγμα λαρὸν ἤγουν ἡδὺ καὶ ὁ λάρος δὲ παρὰ τόνον ἐκπέφευγε τὴν πρὸς τὸ λαρόν συνέμπτωσιν καί, ἵνα μὴ πολλοῖς ὁμοίοις ἐπεξιόντες περιττὰ σοφιζώμεθα, οὕτω καὶ γλαὺξ οἰκεῖον τῇ ἀθρητικῇ Ἀθηνᾷ διὰ τὴν πρὸς τὸ ἀθρεῖν τοῦ γλαύσσειν ταὐτότητα. ἵνα δὲ τῶν ὀρνίθων ἀφέμενοι καὶ ὑποκαταβάντες γενώμεθα καὶ τῶν περὶ γῆν, οὕτω καὶ ἄλλα τινά τισιν ἀνάκεινται διὰ ὁμοίας αἰτίας, οἷον Διονύσῳ κισσός· κισσητὸς γὰρ ὁ οἶνος, οὗ δοτὴρ ὁ Διόνυσος. νάρκισσος Ἐριννύσι στεφάνωμα· νάρκισσός τε γὰρ ἐκ τοῦ ναρκᾶν παρηχεῖται καὶ τοῦ ναρκᾶν Ἐριννύες τοῖς κακούργοις παραίτιοι. πεύκης φυτὸν Ἡφαίστῳ ἀνεῖται οὐ μόνον ὅτι εὐέξαπτον, ἀλλὰ καὶ διὰ τὴν δᾷδα, ἥτις ἀπὸ τοῦ δαίω τὸ καίω παράγεται, καθὰ καὶ ἐκ τοῦ αἴθειν ὁ Ἥφαιστος. ἡ τρίγλα κατὰ τοὺς παλαιοὺς Ἀρτέμιδος ἄγαλμα, παρόσον ἡ τρίγλα μὲν κατὰ τὸν Κίλικα ποιητὴν τριγόνοις γοναῖς ἐπωνόμασται τρὶς γεννῶσα τοῦ ἔτους· καὶ Ἄρτεμις, ταὐτὸν δὲ εἰπεῖν σελήνη, τριταία μετὰ γέννησιν σαφῶς διεκφαίνεται. [τῇ δ' αὐτῇ Ἀρτέμιδι, ταὐτὸν δ' εἰπεῖν Ἑκάτῃ, καὶ μαινίδα θύεσθαί φασι διὰ τὸ δοκεῖν μανιῶν αἰτίαν εἶναί τισιν, ὡς οἷον εἰπεῖν τοῖς σεληνιαζομένοις. καὶ ἄλλοι δὲ ἰχθύες ἀνεῖνταί τισι κατὰ οἰκειότητα, οἷον Ἀπόλλωνι μὲν κίθαρος ἤτοι κιθάρα, ἐπεὶ κιθαριστὴς ἐκεῖνος περιᾴδεται· Ἑρμῇ δὲ βόαξ ὡς κήρυκι διὰ τὴν βοήν, παρ' ἣν καὶ Βοώτης, κήρυκος ὄνομα· Ἀφροδίτῃ δὲ ἀφύη ἡ καὶ ἀφρῖτις διὰ τὸ ἄμφω ἐξ ἀφροῦ φῦναι τήν τε ἀφύην δηλαδὴ φυσικῶς καὶ τὴν δαίμονα μυθικῶς.] οὕτω καὶ λύκος Ἀπόλλωνος ἄθυρμα διὰ τὴν ἀμφιλύκην νύκτα, μεθ' ἣν ἐκφαίνεται ἥλιος. καὶ λαγὸς ἐρώτων ἀνάθημα διὰ τὸ ταὐτὸν τῆς κατὰ κλῆσιν γενέσεως. λαγός τε γὰρ ἀπὸ τοῦ λάειν καὶ Ἔρως ἐκ τοῦ ὁρᾶν, ἅπερ τὸ βλέπειν μηνύουσι. καὶ Ἀθηνᾷ δὲ δράκων ἱέρωται, ἵνα, ὅθεν τὰ τῆς ἀρχῆς, ἐκεῖ καταλήξῃ ὁ