Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.139
Not analysed yet
λόγος ἡμῖν, διὰ τὸν αὐτὸν λόγον. δράκοντος μὲν γὰρ πρόκειται τὸ δέρκω ἤτοι βλέπω, Ἀθηνᾶς δὲ τὸ ἀθρεῖν· ἀθρεῖν δὲ ταὐτόν ἐστι τῷ δέρκεσθαι. Σημείωσαι δὲ ὅτι περὶ τῆς γλαυκός φασιν οἱ παλαιοί, ὡς ἐνεργὸς διὰ σκότους οὖσα, ἤγουν ἐν σκότει καὶ νυκτί, μεθ' ἡμέραν ἤτοι κατ' αὐτὴν τὴν ἡμέραν ἀποτυφλοῦται ξηρότητι καὶ λεπτότητι τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος μὴ φερούσης τὴν πρὸς τὸ φῶς σύγκρασιν. ἡ δὲ περὶ γλαυκὸς παροιμία ἡ λέγουσα «γλαὺξ εἰς Ἀθήνας» ἐμφαίνει μὲν καθ' ἱστορίαν καὶ αὐτὴ φίλον εἶναι πτηνὸν Ἀθηνᾷ τὴν γλαῦκα· λαμβάνεται δὲ ἢ ἐπὶ τῶν συμβαλλόντων, ἔνθα μὴ χρεία συμβολῆς, ἢ ἐπὶ τῶν θαμιζόντων, ἔνθα πολὺ τοιοῦτον πλῆθος. οἱ δὲ παλαιοί φασι καί, ὅτι τὸ «γλαῦκα Ἀθήναζε» ἁρμόττει ἐπὶ τῶν ἄλλοθεν μάτην ὡς σπάνιά τινα ἐμπορευομένων, ὃ καὶ εἶναι ὅμοιον τῷ «πύξον ἐς Κύτωρον ἤγαγες» ἤ «ἰχθὺν εἰς Ἑλλήσποντον». Ὅτι δὲ ἡ γλαὺξ οὐ μόνον ὀξύνεται κοινότερον, ἀλλὰ καὶ περισπᾶται Ἀττικῶς, δηλοῦται ἀλλαχοῦ. (v. 207) Ὅτι ἐν τῷ «ἦλθον ἐγὼ παύσουσα τεὸν μένος, αἴ κε πίθηαι» δηλοῖ φιλοσόφως ὁ ποιητὴς τὸ ἐφ' ἡμῖν εἶναι παύεσθαι θυμοῦ εἴτε καὶ μὴ καὶ ὅλως τὸ μὴ βίᾳ εἶναι, ἀλλ' ἑκούσιον τὸ καλόν. (v. 211) Ὅτι ὀνειδίζειν οὐ μόνον τὸ εὐεργεσίας ἀναφέρειν τοῖς εὐηργετημένοις, ὅπερ πρὸ μικροῦ Ἀχιλλεὺς ἐποίησε προσονειδίσας τῷ βασιλεῖ, ὡς τὸ μὲν πλεῖον τοῦ πολέμου αὐτὸς ἔχει, ἐκεῖνος δὲ τὸ πλέον τοῦ δασμοῦ, ἀλλὰ καὶ τὸ ἁπλῶς ὀνοστά τινα καὶ ἐπίμομφα λέγειν. Ἀχιλλεὺς οὖν ἐνταῦθα ὑπὸ τῆς Ἀθηνᾶς ἐπιτραπείς «ἔπεσσιν ὀνειδίσαι, ὡς ἔσσεταί περ» εὐεργεσίας μὲν οὐ προφέρει τῷ βασιλεῖ, οὐδὲ ἀχάριστον εἶναι λέγει, ὅπερ ἦν κυρίως ὄνειδος· ἄλλως δὲ ὑβριστικῶς ὀνειδίζει «οἰνοβαρῆ» τε προσειπὼν καὶ ἕτερα ὅσα εἰρήσεται. εἰ μὴ ἄρα ἐρεῖ τις, ὅτι ἐξελάθετο καὶ δέον ὂν ὀνειδίσαι καὶ εὐεργεσιῶν ὑπομνῆσαι καὶ ἀχαριστίας τὸν Ἀγαμέμνονα γράψασθαι, ὁ δὲ ὑβρίζει ἐκεῖνον ἡττηθεὶς αὖθις τῷ θυμῷ καὶ οὗ παρηγγέλθη ἐκλαθόμενος. [ὅτι δὲ οὐκ ἀεὶ τὸ ὄνειδος βαρεῖα λέξις ἐστὶ καὶ ἀηδής, δηλοῖ οὐ μόνον ὁ γράψας ὡς «καλὸν ὄνειδος σπαργάνων ἀνειλόμην», ἀλλὰ σὺν ἄλλοις καὶ ὁ εἰπών «κάλλιστον ὄνειδος». εἴη δὲ ἂν τοιοῦτον ὄνειδος ὁ λόγος ὁ προφέρων πάθος τι δεινὸν μέν, ἐπίσημον δὲ ἄλλως ἐν ἀνθρώποις καὶ θαυμαζόμενον, ὁποῖον καὶ τὸ τοῦ Οἰδίποδος διήγημα, οὗ μέρος καὶ ἡ τῶν σφυρῶν αὐτοῦ τρῆσις καὶ οἴδησις, ὅθεν Οἰδίπους ἐκλήθη,