Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.140
Not analysed yet
καὶ ἡ κατὰ Θηβῶν ἐπίθεσις τῆς Σφιγγὸς καὶ ὅσα τοιαῦτα.] Ὅρα δὲ ὅπως ἡ Ἀθηνᾶ τὸ ὀλίγον συγχωρεῖ τῷ Ἀχιλλεῖ ἤτοι τὸν βασιλικὸν ὄνειδον, ἵνα τοῦ μείζονος ἀποτρέψῃ κακοῦ ἤτοι τῆς φονικῆς ἐγχειρήσεως. οὕτω καὶ ἰατρός ποτε τῷ πυρέττοντι ἀπαγορεύων οἶνον, ὕδωρ δίδωσιν. οὐ γὰρ δεῖ τοῖς κρατοῦσι πάθεσιν αὐστηρῶς ἀντιβαίνειν, ἀλλὰ μετρίως εἴκειν· καθὰ καὶ Ἡσίοδος τῷ ἀδελφῷ παραχωρεῖ «πλούτου κορεσσάμενον, τότε δὴ νείκεα ὀφέλλειν» ἤτοι φιλονεικεῖν. (v. 213 s.) Ὅτι φανερῶς ἐνταῦθα ὁ ποιητὴς τὴν Ἀθηνᾶν οὐ θεὰν ἀφίησι νοεῖν, ἀλλὰ φρόνησιν στοχαστικὴν τοῦ μέλλοντος ἐν τῷ «καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα [ὕβριος εἵνεκα τῆσδε· σὺ δ' ἴσχεο, πείθεο δ' ἡμῖν», ἃ δὴ πραϋντικά ἐστι μεγάλου θυμοῦ, καθὰ καὶ πρὸ αὐτῶν τὸ «ἀλλ' ἄγε λῆγ' ἔριδος, μηδὲ ξίφος ἕλκεο χειρί. ἀλλ' ἤτοι ἔπεσι μέν» καὶ ἑξῆς, ὡς προείρηται.] οὐκ ἐξ Ἀθηνᾶς γὰρ τῆς μυθικῆς ἀκούων, ἀλλ' οἴκοθεν ἐννοεῖται τοιαῦτα στοχαστικῶς ὁ Ἀχιλλεύς. διὸ καὶ ψεύδεται, διεκπεσὼν τῆς ἀληθείας ἐπὶ τὸ ἔλαττον. τοιοῦτον γάρ ποτε ἡ στοχαστικὴ νόησις. ὅτι δὲ ψεύδεται, δῆλον ἐκεῖθεν. ἐν γὰρ ταῖς Λιταῖς ὁ βασιλεὺς οὐ τρὶς τόσα, ἀλλ' ἀπειροπλασίονα δῶρα ὑπισχνεῖται τῷ Ἀχιλλεῖ. καὶ ὅρα οἷον τὸ δωρεῖσθαι, εἴπερ τὰ ὕστερον δῶρα καραδοκήσας ὁ Ἀχιλλεὺς καθυφίησι τοῦ τοσούτου ἄρτι θυμοῦ. εἰ δὲ τοῖς πρέσβεσιν ὕστερον ἀπαριθμουμένοις τὰ δῶρα οὐχ' ὑπείκειν θέλει, συνετοῦ καὶ τοῦτο ἀνδρὸς μὴ προαρπάζειν τὴν συμμαχίαν ἀλλ' ἀναβάλλεσθαι τοῖς ἐχθροῖς καὶ παρατείνειν τὴν χάριν καὶ οὕτως αὔξειν τὰ τῆς τιμῆς. ἔοικε δὲ Ἀχιλλεὺς ἀρέσκεσθαι ἐν τοῖς ἀδικήμασι τῇ εἰς τὸ τριπλάσιον ποινῇ. τῷ μὲν γὰρ Ἀγαμέμνονι κατ' ἄλλον λόγον τριπλῇ καὶ τετραπλῇ τοὺς Ἕλληνας ἀποτῖσαι τὸ γέρας ὑπέσχετο, ἑαυτῷ δὲ ἀδικηθέντι τρὶς τόσσα φησὶ παρέσσεσθαι. καὶ ὅρα ὅτι ποικίλως φράζων ὁ ποιητὴς τὸ τριπλᾶ τρὶς τόσσα φησίν. [Εἰκὸς δὲ καὶ ἀντὶ τοῦ πολλάκις εἰρῆσθαι τὸ τρίς· ἐπεὶ καὶ οἱ τρισμάκαρες καὶ ὁ τρισευδαίμων καὶ τὰ τοιαῦτα κατὰ τοιοῦτον σημαινόμενον σύγκειται ἀπὸ τοῦ τρίς ἐπιρρήματος, εἰ καὶ τὸ τρισάθλιος ὁ Πινδαρικὸς μῦθος ἄλλως νοεῖ. οὕτω καὶ τρίαινα ποτὲ μὲν ἡ τριγλώχιν, ποτὲ δὲ ἡ πολυτοιαύτη.] (v. 216) Ὅτι ὁ ἐν θυμοῦ καιρῷ πεισθεὶς τῷ πραΰνοντι καλῶς ἂν εἴπῃ τὸ «χρὴ τὸ σὸν ἔπος φυλάξασθαι καὶ μάλα περ θυμῷ κεχολωμένον· ὧς γὰρ ἄμεινον». λέγει δὲ Ὅμηρος τὸ φυλάξασθαι εἰρύσασθαι κατ' ἐπένθεσιν τοῦ ι. τὸ μέντοι ἁπλοῦν ἐρύσασθαί ἐστιν. Ἰστέον δὲ ὅτι τὸ «χρή» ὀξυνόμενον μὲν ἐπίρρημα δηλοῖ κατὰ τοὺς παλαιούς, τὸ δέον ἐστί· περισπώμενον δὲ ῥηματικόν ἐστιν ἀπὸ τοῦ χρῶμαι, οἷον «τί χρῇ τούτῳ;» ἔστι δὲ καὶ ἐπὶ μαντείας, οἷον «χρῇ μοι τοιαῦθ' ὁ Φοῖβος». [ἀκριβέστερον δὲ περὶ