Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.15
Not analysed yet
δὲ καὶ τὸ ἐνέπειν ἰσοδυναμεῖν τῷ ᾄδειν, ὡς δηλοῖ τὸ «ἄνδρα μοι ἔννεπε Μοῦσα» [καὶ παρ' Ἡσιόδῳ «Μοῦσαι, ἐννέπετε».] ἐξ οὗ καὶ ἔπη τὰ ποιήματα λέγονται. οἰκειότερον δὲ τῇ ἐμμελείᾳ τὸ ᾄδειν· ὅθεν καὶ ἐπὶ μουσικῶν ὀρνίθων ᾄδειν λέγομεν, οὐ μὴν ἐννέπειν, ὥσπερ οὐδὲ λέγειν. περὶ ἀλεκτρυόνων γὰρ ᾠδάς φαμεν καὶ ὄρνις ᾠδικούς τινας λέγομεν· καὶ ἡ ἀηδὼν δὲ ἐκ τοῦ ἀείδειν παρετυμολογεῖται [τροπῇ, φασίν, Αἰολικῇ τῆς ει διφθόγγου εἰς η.] διὸ καὶ τὰς Σειρῆνας [ὡς καλὸν ἀειδούσας] ἀηδόνας ὁ Λυκόφρων ἐκάλεσε. γίνεται δὲ τὸ ἀείδειν ἐκ τῆς α ἐπιτάσεως καὶ τοῦ εἴδω τὸ γινώσκω. πάνυ γὰρ εἰδότες καὶ ἐπιστήμονες, ὡς φιλόσοφοι, ἐδόκουν οἱ ποιηταί. ὅθεν καὶ τὸν ἐν Ὀδυσσείᾳ ἀοιδόν, τὸν τῆς Κλυταιμνήστρας φύλακα, φιλόσοφόν τινες ἡρμηνεύκασιν, ὡς εὖ εἰδότα τὰ πάντα ἐκ Μουσῶν. καὶ μαντικοὶ δὲ διὰ σοφίαν οἱ ἀοιδοὶ ἐνομίζοντο, καθὰ καὶ ἀλλαχοῦ φανήσεται. οὗ σύμβολον καὶ ἡ ἐκ δάφνης ῥάβδος, ἡ τοῦ Ἀπόλλωνος, ἥν, ὡς προερρέθη, κατεῖχον ᾄδοντες οἱ ῥαψῳδοί. τὴν τοιαύτην πρόγνωσιν ὑπεμφαίνει καὶ Πίνδαρος εἰπών, ὡς κατωτέρω ῥηθήσεται, «μαντεύεο Μοῦσα». [Ἰστέον δὲ ὅτι τε παρὰ τῇ κοινῇ διαλέκτῳ ἀργεῖ τὸ ἀείδειν καὶ ἡ ἐκεῖθεν ἀοιδή, ἐνεργεῖται δὲ τὸ ᾄδειν καὶ ἡ ᾠδή, τὰ παθόντα κρᾶσιν καὶ συναίρεσιν, ὥσπερ καὶ ἀντὶ τοῦ πατέρος καὶ μητέρος, τῶν κοινῶς ἀπαθῶν, τὰ κατὰ πάθος φασὶ πατρὸς καὶ μητρός. καὶ ὅτι ἐπὶ τοῦ ἑτέρου ἀχρήστου ἀείδειν ἤγουν μὴ βλέπειν ἑτεροία ἡ κρᾶσις, ὡς ἐκφωνοῦσα τὸ ι ἐν τῷ αἴδω καὶ αἰδῶς, ὁμοίως τῷ ἀεικίζω αἰκίζω, ἀείρω αἴρω, φαείνω φαίνω. καὶ ὅτι διὰ τὸ ἐνέπειν ἰσοδυναμεῖ τῷ ᾄδειν καὶ τὸ εἰπεῖν, οἷον «εἰπὲ θεὰ Κρονίδαο διάκτορον αἴθοπος εὐνῆς».] Ὅτι ἐν τῷ «ἄειδε θεά» θεὰν ὁ ποιητὴς τὴν ἐν τῇ ἑαυτοῦ ψυχῇ γνῶσιν λέγει, τερατωδέστερον τὸν λόγον ὑψώσας. θεῖον μὲν γάρ τι ἡ γνῶσις, ὥσπερ καὶ ἡ ψυχή, οὐ μὴν θεά. ὅλως δὲ ἡ ποίησις πᾶν τὸ παρηλλαγμένον καὶ ξενίζον καὶ ἐξαίρετον καὶ τεράστιον ἢ καὶ τερατῶδες εἴς τε θεῖον γένος καὶ εἰς θεὸν ἀποκαθιστᾷ. ταὐτὸν δέ ἐστιν ἐνταῦθα θεὰν εἰπεῖν καὶ Μοῦσαν· τὸ μὲν παρὰ τὸ θέειν καὶ τὸ τάχος τῆς γνώσεως, τὸ δὲ παρὰ τὸ μῶ, τὸ ζητῶ. καὶ γὰρ καὶ ζητεῖ ἡ γνῶσις καὶ ἐκ ζητήσεως