Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.146
Not analysed yet
ἐφερμηνεύων φησί· «δικασπόλοι, οἳ θέμιστας πρὸς Διὸς φυλάσσουσι». θεσμοφύλακες οὖν οἱ δικασπόλοι. ἄμφω δὲ ταῦτα ἦσαν οἱ βασιλεῖς, οἷς καὶ τὸ σκῆπτρον σύμβολον ἦν δίκης, ὥσπερ ἀνδρίας τὸ δόρυ. Σκοπητέον δὲ ὡς τὸ μὲν δικασπόλος καὶ τὰ κατ' αὐτὸ παροξύνεται, ἀμφίπολος δὲ καὶ πρόπολος τὰ μετὰ προθέσεων προπαροξύνονται. Τὸ δὲ θέμιστας Δωρικόν. ὡς γὰρ χάρις χάριδος χάριτος, οὕτω θέμις θέμιδος καὶ θέμιτος, ἐξ οὗ τὸ θεμιτὸν καὶ ἀθέμιτον, πλεονασμῷ δὲ τοῦ σ θέμιστος, ὅθεν καὶ Θεμίστιος κύριον καὶ ἀθεμίστια ἐν Ὀδυσσείᾳ τὰ ἄδικα. ὅτι δὲ ἡ παρ' Ὁμήρῳ διὰ τοῦ στ κλινομένη Θέμις μυθικὴν θεὰν δηλοῖ, ἀλλαχοῦ φανήσεται. (v. 234) Φύλλα δὲ διὰ δύο λ εὐλόγως. δοκοῦσι γὰρ οὕτω λέγεσθαι διὰ τὸ ἐν τῷ φυσᾶσθαι λαλαγεῖν ἢ πρὸς διαστολὴν τοῦ φύλου, ὃ δηλοῖ τὴν φυλήν. (v. 235) Τομὴν δὲ λέγει τὸ ἐν τῷ ὄρει λελειμμένον σύρριζον, οὗ τὸ σκῆπτρον ἀποτέτμηται. (v. 236 s.) Τὸ δέ «οὐκ ἀναθηλήσει· περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν» πάνυ παρατετηρημένως εἴρηται. ἰτέα γὰρ καὶ ἄλλα τῶν φυτῶν, εἰ καὶ τομὴν ἐν ὄρεσι λέλοιπεν, ἀλλὰ καὶ οὕτω προΐενταί τι θάλους κείμενα ἢ φυτευόμενα· ἐκλεπισθέντα δὲ οὐκέτι ἀναθηλήσουσιν οὐδ' αὐτά. Χαλκὸν δὲ τὸν σίδηρον λέγει διὰ τὴν πάλαι ποτὲ χρῆσιν τοῦ χαλκοῦ, ὁπηνίκα εἰς σιδήρου χρείαν ἐβάπτετο, ὅτε καὶ «χαλκῷ» κατὰ τὸν Ἡσίοδον «εἰργάζοντο» ἄνθρωποι «μέλας δ' οὐκ ἔσκε σίδηρος». Τὸ δέ «ἑ» δηλοῖ μὲν αὐτὸ ἤγουν τὸ σκῆπτρον, ἐγκλίνεται δὲ καὶ ἀντωνυμία ἐστὶ τριγενής, ὥσπερ καὶ τὸ νιν καὶ τὸ μιν. Ἔστι δέ πως ἀκατάλληλον ἐνταῦθα κατὰ σύνταξιν ὑγιῆ τὸ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν». οὐ γὰρ πάνυ εὐοδοῦται εἰς σύνταξιν ὁ εἰπών, ὅτι περιέλεψεν ὁ χαλκὸς αὐτὸ φύλλα τε καὶ φλοιόν. ἀλλὰ κατὰ γενικὴν εἰπεῖν ἔδει περὶ τοῦ σκήπτρου, ὅτι ὁ χαλκὸς περιελέπισεν αὐτοῦ τὰ φύλλα καὶ τὸν φλοιόν. ἔχει δὲ ἡ καινότης τῆς τοιαύτης συντάξεως θεραπείας τρεῖς· μίαν μὲν τὴν ἀντίπτωσιν, ὡς τοῦ ἕ ἀντὶ πτώσεως ἄλλης κειμένου ἤγουν ἀντὶ γενικῆς, ἥτις ἐστὶ τὸ αὐτοῦ· ἑτέραν δὲ ἔχει θεραπείαν πρόσληψιν προθέσεως ἔξωθεν, ἵνα λέγῃ, ὅτι περιέλεψεν αὐτὸ ὁ χαλκὸς κατὰ τὰ φύλλα καὶ τὸν φλοιόν· τρίτην δὲ καὶ τελευταίαν θεραπείαν ἡ τοιαύτη σύνταξις ἔχει τὴν στιγμὴν καὶ τὴν ἐκ τοῦ ἐπιφερομένου σαφήνειαν. ἡ γὰρ στιγμὴ ἀναπαύουσα τὸ ἕ ἐπάγει ὕστερον τὸ φύλλα τε καὶ φλοιόν, ἵνα λέγῃ ὅτι περιέλεψεν αὐτὸ ὁ χαλκός.