Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.147
Not analysed yet
ποῖον αὐτό; τὰ φύλλα δηλαδὴ καὶ τὸν φλοιόν. καὶ ἔστι τὸ μέν «ἕ» ἤγουν αὐτὸ ὁλότης τοῦ ξύλου, τὸ δέ «φύλλα καὶ φλοιόν» δήλωσις μέρους τοῦ ἐκπίπτοντος ἐν τῷ λεπίζεσθαι. τοιαῦτα δὲ καὶ ἄλλα μυρία παρὰ τῷ ποιητῇ ἔχοντα τὴν ὁλότητα κατὰ αἰτιατικὴν πτῶσιν, εἶτα ἑρμηνείαν αὐτῆς ἐκ τῶν μερῶν ὁμοιόπτωτον, ὡς ἐκθεραπεύεσθαι ὁμοίως τριχῶς καὶ αὐτά· οἷον «ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων;» ἢ γὰρ τὸ σέ ἀντὶ πτώσεως ἑτέρας ἐλήφθη· σοῦ γὰρ ὤφειλεν εἰπεῖν· καὶ ἔστι τοῦτο ἀντίπτωσις· ἢ πρόθεσιν προσληπτέον ἔξωθεν, οἷον «ποῖόν σε ἔπος ἐξέφυγε κατὰ τὸ ἕρκος τῶν ὀδόντων;» τοῦτο δὲ μάλιστα ἐκδηλότατον ἀπὸ τοῦ ἐντελῶς ἐν Ὀδυσσείᾳ ῥηθέντος «εὖτ' ἄν μιν κάματος κατὰ γυῖα λάβῃσιν», ὅπερ εἰ δίχα προθέσεως ἐρρέθη «εὖτ' ἄν μιν κάματος γυῖα λάβῃσιν», ὅμοιον ἦν τῇ ἐνταῦθα καινοπρεπείᾳ τοῦ σχήματος, ἤγουν, ὡς εἴρηται, νοητέον ὅτι ἔφυγε κατὰ τοὺς ὀδόντας· ἢ στικτέον εἰς τὸ «ἔφυγε» καὶ τὸ μέν «σε» νοητέον δηλοῦν τὸν ὅλον ἄνθρωπον, τὸ δέ «ἕρκος ὀδόντων» ἐπηνέχθαι εἰς δήλωσιν τοῦ μέρους, ὅθεν ὁ λόγος φυγὰς ἐδραπέτευσεν, ὅπερ εἰσὶ τὰ χείλη, αἱ θύραι τοῦ στόματος. τοιοῦτον καὶ τὸ «τί δέ σε φρένας ἵκετο πένθος;» ἢ γὰρ τὸ σέ ἀντὶ τοῦ σοῦ εἴληπται· ἢ τί δέ σε κατὰ τὰς φρένας ἵκετο πένθος; ἢ τί ποτέ σε πένθος ἵκετο; τὰς σὰς φρένας δηλαδή. ὅμοιον καὶ τὸ «ἐπεί μιν ἄχος κραδίην καὶ θυμὸν ἵκανεν» ἤγουν ἐπειδὴ αὐτοῦ τὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν κατὰ τὴν καρδίαν λύπη κατέλαβεν· ἢ αὐτὸν λύπη κατέλαβεν ἤγουν τὴν καρδίαν αὐτοῦ. τοιοῦτον δὲ καὶ τὸ «Ἕκτορα δ' αἰνὸν ἄχος πύκασε φρένας» καὶ τὸ «ἇδός τέ μιν ἵκετο θυμόν» καὶ «κρατερόν ῥά ἑ πένθος ὀφθαλμοὺς κάλυψε» καὶ «τοὺς δ' ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα» καὶ «Τρῶας δ' ἄχος ἔλλαβε θυμόν» καὶ ἄλλα μυρία. Ἰστέον δὲ ὅτι καί, ὅτε που εἴπῃ ὁ ποιητής «πρύμνῃ ἐνὶ νηΐ», τοιαύτην ἔχει τινὰ μέθοδον καὶ τοῦτο τὸ σχῆμα τῶν δύο δοτικῶν· ὅλον μὲν γὰρ ἡ ναῦς, μέρος δὲ ἡ πρύμνα. λέγει οὖν ὅτι ἐν τῇ νηῒ ἤγουν ἐν μέρει αὐτῆς τῇ πρύμνῃ ἢ κατὰ ἀντίπτωσιν ἐν τῇ πρύμνῃ τῆς νηός. ὅμοιον καὶ τὸ «ἀλλ' οὐκ Ἀτρείδῃ ἥνδανε θυμῷ». ὅλον μὲν γάρ τοι ὁ Ἀτρείδης, μέρος δὲ ὁ θυμός· ἢ τοίνυν τῷ Ἀτρείδῃ οὐκ ἤρεσκεν ἐν τῷ θυμῷ ἢ ἀντιπτωτικῶς τῷ τοῦ Ἀτρείδου θυμῷ. (v. 237) Ὁ δὲ φλοιὸς γίνεται μὲν ἐκ τοῦ φλέω, ὀξύνεται δὲ ὡς τὸ κολοιός· ἀποβαλὼν δὲ τὸ ι βαρύνεται ὡς τὸ χνόος, ῥόος· ἔκτοτε δὲ καὶ συναιρεθὲν γίνεται φλοῦς. ὥσπερ δὲ τὸ φλοιός ἐκπεσὸν τοῦ ι βαρύνεται, οὕτω καὶ ἐπὶ ἄλλων ὀνομάτων συμβαίνει. ἐκ τοῦ χροιά γὰρ ἡ χρόα γίνεται καὶ ἐκ τοῦ ῥοιά ῥόα καὶ ἐκ τοῦ δειρή ὁ τράχηλος δέρη. (v. 238) [Ὅτι τὸ «ἐν παλάμαις φορέουσι» τὸ σκῆπτρον δηλαδὴ οἱ δικασπόλοι ἀντὶ τοῦ φέρουσι κεῖται καὶ ἔστι πάνυ