Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.148
Not analysed yet
συνήθης ἡ λέξις τοῖς ποιηταῖς.] (v. 240) Ὅτι πολλάκις ὁ ποιητὴς ἐν βραχεῖ προεκτίθεται τὰ ἐς ὕστερον ὑπ' αὐτοῦ εἰς πλάτος λεχθησόμενα ψυχαγωγῶν οὕτω τοὺς ἀκροατὰς γλιχομένους ἐκεῖνα προμαθεῖν. καὶ καλεῖται τὸ τοιοῦτον σχῆμα προαναφώνησις. οὕτω γοῦν καὶ ἐνταῦθα προαναφωνεῖ λέγων «ἔσται ποτὲ ποθὴ τοῖς Ἕλλησι τοῦ Ἀχιλλέως, εὖτ' ἂν πολλοὶ ὑφ' Ἕκτορος ἀνδροφόνου πίπτωσι θνῄσκοντες. σὺ δὲ ὁ Ἀγαμέμνων οὐ δυνήσῃ χραισμεῖν, ἀλλ' ἔνδοθι θυμὸν ἀμύξεις χωόμενος». ὁμοίως δὲ προαναφώνησις ἦν καί, ὃ εἶπεν ἡ Ἀθηνᾶ πρὸς Ἀχιλλέα τὸ «καί ποτέ σοι τρὶς τόσσα δῶρα παρέσεται», παραμυθουμένη τὸν ἀκροατὴν ὑβριοπαθοῦντα ἐπὶ τῷ Ἀχιλλεῖ. ποθὴ δέ ἐστιν ὁ πόθος καὶ ἀπ' αὐτοῦ παρήχθη ὡς χόλος χολή. ὀξύνεται δὲ τὸ ποθή κανόνι τοιούτῳ· τὰ εἰς ος δισύλλαβα τῷ ο παραληγόμενα βαρύτονα ἀπαρασχημάτιστα οὐδετέροις, ἐὰν ποιῶσι θηλυκόν, ὀξύτονον αὐτὸ ποιοῦσι· στρόφος στροφή, νόμος νομή, ῥόος ῥοή, πλόκος πλοκή. οὕτω καὶ ποθή. σεσημείωται τὸ κόρη ἐκ τοῦ κόρος ὁ νέος. ἐντάσσεται δὲ τῷ τοιούτῳ κανόνι καὶ ἡ βιοτὴ ἐκ τοῦ βίοτος, εἰ καὶ τρισυλλαβεῖ. (v. 243) Ἀμύσσειν δὲ κυρίως τὸ ξέειν, ὡς καὶ αἷμα ῥυΐσκεσθαι, οἱονεὶ αἱμύσσειν μετὰ δασείας καὶ ἀποβολῇ τοῦ ι ἀμύσσειν μετὰ ψιλῆς. ἀμύσσειν γοῦν τις λέγεται παρειάν, ἐξ οὗ καὶ ἀμυχαὶ σαρκῶν καὶ ἀμυχαὶ ξεσμάτων τῶν ὁπουδήποτε, οἷον καὶ ἐν βιβλίοις ἢ ξύλοις. τὸ δὲ τὴν ψυχὴν ἀμύσσειν μεταφορικόν ἐστιν ἀπὸ σώματος. (v. 244) Χωόμενος δὲ ἐνταῦθα οὐκ ἐπὶ ὀργῆς, ἀλλὰ ὁ συγκεχυμένος τὴν ψυχὴν τῇ λύπῃ, [ὅπερ ἀχνύμενος ἔφη ἀνωτέρω. Ἰστέον δὲ ὡς ἡ ῥηθεῖσα προαναφώνησις ἔπεισε τὸν ἥρωα εἶξαι τοῖς κήρυξι. τί γὰρ ἔδει θυμομαχεῖν αὐτόν, οὗ μικρὸν ὅσον σύμπαντες υἷες Ἀχαιῶν δεήσονται ὡς μόνου δυναμένου χραισμεῖν, ὅ ἐστι βοηθεῖν, χρησιμεύειν, ὅθεν καὶ γίνεται τὸ τοιοῦτον ῥῆμα. χρησιμῶ γὰρ καὶ τροπῇ τοῦ η εἰς α καὶ μεταθέσει τοῦ διχρόνου χραισμῶ, οὗ σημειώδης δεύτερος ἀόριστος ἔχραισμον, ὅθεν ὑποτακτικὸν χραίσμω, οὗ τρίτον χραίσμῃ τὸ προρρηθέν. (v. 242) Τὸ δέ «εὖτ' ἄν» ἐπίρρημά ἐστι χρονικὸν ἴσον τῷ ὅτε.] (v. 244) Ὅτι περιαυτολογῶν ὁ Ἀχιλλεὺς ἄριστον Ἀχαιῶν ἑαυτὸν ἀποκαλεῖ φιλοτίμως καὶ μεγαλοπρεπῶς. εἰ δὲ φθάσας αὐτὸς ἄριστον ἐν στρατῷ εἶναι τὸν Ἀγαμέμνονα εἶπε, ζητητέον τὰ ῥηθέντα ἐκεῖ. [Δῆλον δὲ ὡς οὐκ ἀεὶ ψεκτὸν τὸ περιαυτολογεῖν κατὰ τὸν παροιμιαζόμενον Ἀστυδάμαντα. ἔστι δέ ποτε καὶ φιλοτίμου καὶ μεγαλοψύχου ἤθους ὁ τοιοῦτος ἔπαινος, καθὰ δηλοῖ καὶ ὁ παρὰ Σοφοκλεῖ μαστιγοφόρος Αἴας καὶ ὁ Φιλοκτήτης δὲ καὶ ὁ ἐν Τραχινίαις Ἡρακλῆς καὶ ἕτεροι μυρίοι. φράζει δὲ ὁ Ἀχιλλεὺς οὕτω «πείσεται τάδε ὁ βασιλεύς, ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν».] (v. 245) Ὅτι δημηγορήσας ὁ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον ἤγουν ἔρριψε. καὶ ὅρα οἷον ὁ θυμός. ὅπερ γὰρ ὕψωσε τῇ ὁρκωμοσίᾳ ῥίψας εἰς γῆν ἐξουδένωσεν.