Ancient Greek · ~12 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.149.1
Not analysed yet
(v. 246) [Οὐ ψιλὸν δὲ κόσμου τὸ ῥηθὲν σκῆπτρον, ἀλλὰ χρυσέοις ἥλοισι πεπαρμένον κατὰ τὸν ποιητήν, ὃ περίφρασίς ἐστι τοῦ «χρυσόηλον» εἰπεῖν πρὸς ὁμοιότητα τοῦ ἀργυρόηλον. τὰ μέντοι κοινὰ καὶ ἰδιωτικὰ σκῆπτρα οὐκ ἂν εἴη τοιαῦτα.] (v. 247) Ὅτι ἐν τῷ «Ἀτρείδης ἑτέρωθεν ἐμήνιε» παραχρησάμενος εἶπε τὸ μηνίειν ὁ ποιητής. οὔπω γὰρ μηνίει ὁ βασιλεύς, ἀλλὰ χολοῦται, ὡς προείρηται. [Ἰστέον δὲ ὡς ὁ μὲν ποιητὴς μηνίειν οἶδε βαρυτόνως. οὕτω δὲ καὶ ἡ κοινὴ χρῆσις. τῶν τινες δὲ ὕστερον Ἀττικιστῶν μηνιᾶν εἶπον ὡς βοᾶν καὶ μηνιῶντες ὡς βοῶντες. τοιοῦτοι δέ τινες καὶ τὸ συνιέναι εἰς τὸ συνιεῖν ἐκαινοτόμησαν ἐκ τοῦ συνιῶ.] Ὅτι ὁπηνίκα τὰς τῶν πραγμάτων περιπετείας αὐξήσει πλασματικῶς ὁ ποιητὴς καὶ ἀλύτως ἔχειν ποιήσει αὐτὰς ἢ πάνυ δυσλύτως, ὥστε τὸν ἀκροατὴν ἐπαπορεῖν καὶ λέγειν, ὡς οὐκέτι λυθήσεται ἡ τοῦ πράγματος δυσχέρεια, τότε δὴ μηχανᾶται λύσεις καὶ ἄλλας μέν, μάλιστα δὲ ταύτας ὡς ἐπὶ πολὺ τὰς πέντε ἢ πάσας ὁμοῦ ἤ τινας· παρουσίαν θεοῦ, ξυναλλαγὴν γερόντων ἀνδρῶν, ἀπειλήν, πληγὴν καὶ γέλωτα. οἷον ἐν μὲν τῇ βῆτα ῥαψῳδίᾳ, ἐπειδὴ παντὸς κινηθέντος τοῦ στρατοῦ εἰς φυγὴν καὶ ἀνάπλουν δυσχερέστατον ἦν ἐκείνους κατασχεῖν, θεά τε οὐρανόθεν πάρεστιν ἡ Ἀθηνᾶ καὶ οἱ δύο γέροντες μεταπείθουσιν, Ὀδυσσεὺς δὲ καὶ ἀπειλαῖς ἐπέχει καὶ πληγαῖς. ἐπὶ δὲ πᾶσιν ὁ διὰ τὸν Θερσίτην γέλως ἀπάγει τῆς σκυθρωπότητος τοὺς Ἀχαιοὺς καὶ ἱλαρύνων ποιεῖ γλυκύτερον ἡγεῖσθαι τοῦ νόστου τὸν πόλεμον. καὶ οὕτω μὲν ἐκεῖ. ἀλλαχοῦ μέντοι, ἔνθα μὴ πάνυ μέγιστα τὰ τῆς ἀνάγκης, οὐ πάσαις χρᾶται λύσεσιν ἀλλά τισιν, ὥσπερ δὴ καὶ ἐν τούτοις τὸν τοῦ Ἀχιλλέως θυμὸν Ἀθηνᾶ τε ἔπαυσε καὶ νῦν ἡ δημηγορία τοῦ γέροντος Νέστορος. ἐν δὲ τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ὁ τῆς Ἥρας θυμὸς καὶ ὁ τοῦ Διὸς χόλος γέλωτι τῷ διὰ τὸν Ἥφαιστον ἱλαρύνονται, ἡ δὲ Ἥρα καὶ ἀπειλῇ τινι σωφρονίζεται. τὸν μέντοι τοῦ Ἀγαμέμνονος χόλον οὔτε Νέστωρ συμβουλεύων ἰσχύσει σβέσαι οὔτε Ἀχιλλεὺς ἀπειλούμενος, ἀλλ' ἀφαιρήσεται τὴν Βρισηΐδα κατὰ τὴν ἱστορικὴν ἀλήθειαν. διὸ καὶ πάσχει κακῶς ὕστερον ὡς μηδενὶ τῶν πάντων ὑπείκων, οἷς ὑπάγονται ἄνθρωποι. (v. 247—252) Ὅτι ὥσπερ ἐν τοῖς προλαβοῦσιν ἐγενεαλόγησεν ἐπὶ συστάσει προσώπου τὸν Κάλχαντα οἷα πρόσωπον ἀξιόλογον καὶ πολλαχοῦ τῆς ποιήσεως παραληφθησόμενον, οὕτω καὶ νῦν εἰς τὸ Νέστορα δαπανᾷ στίχους τινὰς ὀλίγους, ὡς ἂν ἔχοιμεν καὶ ἐν τοῖς ἑξῆς μεμνῆσθαι αὐτοῦ. Καί φησιν, ὅτι «ἡδυεπὴς ἦν λιγὺς Πυλίων ἀγορητής, οὗ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή· τῷ δ' ἤδη δύο μὲν γενεαί» καὶ τὰ ἑξῆς. καὶ ἐν Ὀδυσσείᾳ δὲ δούλους τήν τε Εὐρύκλειαν καὶ τὸν Εὔμαιον γενεαλογίας ἀξιοῖ διὰ τὸ πάνυ μέλλειν ἐκεῖ χρησιμεύσειν αὐτῷ τὰ τοιαῦτα πρόσωπα, ὡς καὶ ἐν τῇ Ἰλιάδι χρησιμεύσει ὁ Νέστωρ. εἰ δὲ μὴ καὶ ἐπ' Ἀχιλλέως ἢ Ἕκτορος ἢ Αἴαντος ἢ τῶν ὁμοίων τοιοῦτόν τι πεποίηκεν Ὅμηρος, φανερὸν ὅτι διὰ τὸ πάντη ἐπιδοξότατον τῶν προσώπων οὐκ ἐδεήθη τοιαύτης συστάσεως. Κάλχαντα μὲν γάρ τις ἀκούσας ἢ Εὐρύκλειαν ἢ Εὔμαιον, ἤδη δὲ καὶ Νέστορα τὸν διὰ τὸ