Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.150
Not analysed yet
γῆρας ἀπόλεμον καὶ ἀνεντρεχῆ καὶ ἀνεπίδεικτον τά γε εἰς μάχην καὶ ἀδόκιμον, οὐ πάνυ ἂν εἰδέναι αὐτοὺς ἔχοι· Ἀχιλλέα δέ τις ἀκούσας ἢ Ἕκτορα ἢ ὅσοι τοιοῦτοι ἀρκεῖται μόνῃ τῇ κλήσει αὐτόθεν εἰς συστατικὸν γνώρισμα καὶ οὐ δέονται περιάπτου σεμνώματος, ὡς ἂν οὕτω ταῖς ψυχαῖς τῶν ἀκροατῶν ἐγκαθίσωσιν. εἰ δὲ καὶ εἰς τὸν Θερσίτην ἐλάλησέ τι τοιοῦτον ὁ ποιητής, ἀλλ' ἐκεῖνο οὐκ ἦν προσωπικὴ σύστασις, ἀλλὰ σκώμματα καταβλητικὰ ἐκείνου καὶ ἀφανιστικὰ τῆς περὶ αὐτοῦ μνήμης. διὸ καὶ προανεφωνήθη, ὅτι οὐκέτι λαλήσει ὁ Θερσίτης, ὥστε οὐδὲ μεμνήσεταί τις αὐτοῦ. (v. 248) Ἰστέον δὲ ὅτι τὸ «ἡδυεπής» λόγου δηλοῖ ἀρετὴν καὶ τὴν αὐτῷ ἐγκεκραμένην γλυκύτητα. (v. 249) τοῦτο γὰρ ἐφερμηνεύων ὁ ποιητὴς εἶπεν, ὅτι μέλιτος γλυκίων αὐδὴ ἔρρεε τῷ γέροντι. γλυκὺς μὲν οὖν καὶ ἡδὺς ταὐτὰ τρόπον τινά· ὁ δὲ καὶ μέλιτος γλυκίω ἔρρεεν αὐδήν. [εἰ δὲ ἔπεσιν ἡδὺς καὶ μελίρρυτος τὴν αὐδὴν ὁ γέρων, οὐκ ἂν εἴη πάντῃ ἀπᾷδον καὶ μελιηδέα συνθέτως εἰπεῖν αὐτόν.] Τὸ δὲ λιγύς οὐ λόγου ἁπλῶς ἀλλὰ φωνῆς ἐστι ποιότης, ὡς τὸ «λίγα κλάζοντες», ἢ κάλλιον εἰπεῖν ἀρετή. οὕτω γὰρ καὶ οἱ κήρυκες λιγαίνειν λέγονται καὶ λιγύφθογγοι καλοῦνται, ὡς καὶ ἡ ἀηδών. λέγεται δὲ καὶ μάστιγξ λιγυρὰ καὶ ἠχὴ λιγύθροος καὶ ἄνεμοι λιγέες. ὀξυνομένου δὲ τοῦ λιγύς ἐπὶ τοῦ ὀξέος τὸ Λίγυς κύριον καὶ τὸ ἀπ' αὐτοῦ ἐθνικὸν βαρύνεται πρὸς διαστολὴν τούτου. ἰστέον δὲ καὶ ὅτι, εἰ καὶ ἰσοδυναμεῖ τὸ λιγύς τῷ ὀξύς, ἀλλὰ τὸ μὲν λιγύς μόνης ἐστὶν ἐπίθετον φωνῆς, τὸ δὲ ὀξύ καὶ ἐπὶ βελῶν καὶ οἴνου καὶ ἑτέρων πολλῶν λέγεται. Καὶ ὅτι, ὥσπερ ζητῶ καὶ ζητεύω, ὡς τὸ «ζητεύει βίοτον», οὕτω καὶ ἀγορῶ, ἐξ οὗ ἀγορήσατο καὶ ἀγορητὴς καὶ ἀγορεύω, ἐξ οὗ τὸ «μή τι φόβονδ' ἀγόρευε». (v. 249) Γλῶσσα δὲ νῦν μὲν τὸ τῆς φωνῆς ὄργανον· δηλοῖ δέ ποτε καὶ ἀπεξενωμένην διάλεκτον, ὡς τὸ «γλῶσσ' ἐμέμικτο» καὶ ὡς ὅτε εἴπωμεν, ὅτι τὸ μὲν λοιμοῖο καὶ δένδροιο καὶ ἵπποιο Θετταλῶν γλώσσης ἐστί· Συρακουσίων δὲ γλῶσσα λέγει τὸ πίσυνος· Κρητῶν δὲ γλώσσης τὸ θεράπων· [Αἳ δὴ γλῶσσαι, καθὰ καὶ αἱ ἀπ' αὐτῶν συγκροτούμεναι διάλεκτοι, κατασκευάζονται παρὰ τοῖς παλαιοῖς μὴ ἀπὸ φύσεως εἶναι διὰ τὸ μηδὲ κοιναὶ πᾶσι τυγχάνειν τοῖς ὁμοειδέσιν. ὅτι δὲ τῆς ζωϊκῆς γλώττης παρώνυμον ἐπὶ φιλήματός τινος τὸ καταγλώττισμα καὶ ἡ ἐν αὐλοῖς γλωσσὶς ἀναγκαία οὖσα τοῖς μελικοῖς, δῆλόν ἐστι. τῆς μέντοι χωρικῆς γλώτ-