Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.16
Not analysed yet
δὲ περιγίνεται, εἴπερ εὐπορίας γνωστικῆς μήτηρ ἡ ζητητικὴ ἀπορία κατὰ τοὺς σοφούς. ταύτῃ τῇ θεᾷ, τῇ Μούσῃ, τῇ οἰκείᾳ ἐπιστήμῃ, ἐγκελεύεται ὁ ποιητὴς τὴν Ἀχιλλέως μῆνιν ἀείδειν, ἀνεγείρων οἷον τὴν οἰκουροῦσαν τέχνην ἢ τὸ φίλον ἦτορ κατὰ Πίνδαρον καὶ ἀναρριπίζων τὸ ἐν αὐτῷ τῆς φιλοσοφίας ζώπυρον. οὗ ἀνάπαλιν Πίνδαρος ποιεῖ ἐν τῷ «Μοῦσα ἀνέηκέ με» ἤγουν ἀνέπεισεν· οὐ γὰρ αὐτὸς Μοῦσαν, ἐκείνη δὲ αὐτὸν ἀνέπεισεν. Ὁμηρικῶς δέ πως καὶ ἡ λυρικὴ Σαπφὼ σχηματίζουσα τῇ κιθάρᾳ ἐγκελεύεται «ἄγε μοι, δῖα χέλυ, φωνάεσσα γένοιο». λέγει δέ που καὶ ὁ Κωμικός «ὦ θυμέ, βωμολόχον τι ἔξευρε». τῷ δὲ Ὁμηρικῷ τούτῳ σχήματι πολλοὶ καὶ ἄλλοι ἐνηγλαΐσαντο. οὐ μόνον γὰρ Ἡσίοδος ἐκ τῆς τῶν Μουσῶν ἐπικλήσεως ἄρχεται, ἀλλὰ καὶ Ἀντίμαχος Ὁμηρικῷ ζήλῳ φησίν «ἐννέπετε, Κρονίδαο Διὸς μεγάλοιο θύγατρες». καὶ Πίνδαρος ὁ κατὰ τὸ ἐπ' αὐτῷ πρόγραμμα μουσοποιὸς λέγει «μαντεύεο, Μοῦσα· προφατεύσω δ' ἐγώ». ἀλλὰ καὶ Στησίχορος ἐν τῷ «δεῦρ' ἄγε, Καλλιόπεια λίγεια». πάντως δὲ καὶ ὁ ποιητὴς τὴν Καλλιόπην θέλων ἐπικαλέσασθαι οὐκ ἐκφωνεῖ αὐτήν, ἀλλὰ σεμνότερον ὀνόματι γενικῷ τῷ θεά χρῆται καὶ ἀφίησι ζητεῖν τὸν συνετὸν ἀκροατήν, τίς ἂν εἴη αὕτη, ἐμφήνας μόνον, ὅτι Μοῦσαν καλεῖ· Μούσης γὰρ τὸ ἀείδειν. ὥσπερ δὲ ὁ Ὅμηρος γενικῷ μὲν ὀνόματι ζῷον λογικόν ἐστιν, εἰδικῷ δὲ ἄνθρωπος, οὕτω καὶ ἡ Καλλιόπη γενικῶς μὲν θεὰ λέγεται, εἰδικῶς δὲ Μοῦσα, ὡς ἐν Ὀδυσσείᾳ. Στησίχορος δὲ τὸ κύριον ἐκφωνεῖ ἐν τῷ «Καλλιόπεια λίγεια». οὐ μόνον δὲ ὁ θεὰν ἢ Μοῦσαν ἀείδειν ἐπικαλεσάμενος πᾶσαν Μοῦσαν ἐκάλεσε διὰ τὸ καθολικὸν τῶν τοιούτων λέξεων, ἀλλὰ τρόπον τινὰ οὕτω ποιεῖ καὶ ὁ τὴν Καλλιόπην ἐπικαλούμενος, εἴπερ, ὡς ὁ ποιητής πού φησι «πᾶσαι τὸν Ἀπόλλωνα ἀμείβονται ὀπὶ καλῇ». ὅθεν ἡ Καλλιόπη σύγκειται, τὴν κλῆσιν σύνθετον σχοῦσα ἐκ τῆς ἐνεργείας πασῶν τῶν Μουσῶν ἤγουν τῆς καλῆς ὀπός. [οὕτω δέ πως προκαλοῦνται καὶ οἱ ἐκ Διὸς εἰπόντες ἄρχεσθαι, εἴγε Ζεὺς μὲν ὁ νοῦς, Μοῦσαι δὲ ἡ κατὰ νοῦν γνῶσις.] Ὅτι δὲ ἐννέα αἱ Μοῦσαι καὶ διὰ τί καὶ ὅτι Μνημοσύνης καὶ Διὸς θυγατέρες καὶ ὅσα ἄλλα περὶ τούτων λέγονται, πολλοῖς καὶ πολλαχοῦ εἴρηται. διὸ περίεργον διαληφθῆναι νῦν ταῦτα. εἴ που δὲ παρεμπέσῃ τόπος, οὐ σιγηθήσεται τὸ καίριον. Σημείωσαι δὲ ὅτι καλῶς ὁ ποιητὴς καὶ νῦν καὶ ἐν τοῖς ἑξῆς δὲ πολλαχοῦ ἐπίστροφον ἑαυτοῦ τὴν Μοῦσαν ποιεῖ, ἵνα ἐμμούσως λαλεῖν δείξῃ καὶ ἐμμελῶς καὶ ἐλλόγως