Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.151
Not analysed yet
της τῆς τὰς διαλέκτους συγκροτούσης παρώνυμον τετόλμηται παρὰ τοῖς παλαιοῖς τὸ γλωσσηματικόν.] Τὸ δέ «ἔρρεεν αὐδή» τὴν τοῦ λόγου δηλοῖ δαψίλειαν ὡς ῥύδην καὶ ἀπαραποδίστως προϊόντος καὶ κατὰ ῥεῦμα προχεομένου καὶ ῥέοντος. ὅτι δὲ τοιοῦτος ὁ Νέστωρ, αὐτὰ δηλώσει τὰ πράγματα. εἰ δὲ τοιοῦτος αὐτός, πολλῷ πρότερον κατὰ σχῆμα συλλογισμοῦ θαυμαστέος Ὅμηρος ὁ τὰ κατ' αὐτὸν μιμούμενος καὶ πλάττων. Νέστορα οὖν, φασίν, ἐπαινῶν ἑαυτὸν δοκεῖ ἐπαινεῖν, καθὰ πρὸ μικροῦ καὶ Ἀχιλλεὺς ἐποίησε φανερῶς ἄριστον ὀνομάσας ἑαυτόν. μήποτε δὲ διὰ τοῦτο καὶ Μέλητος ποταμοῦ υἱὸν τὸν ποιητὴν ἐπλάσαντο οἱ παλαιοί· Μέλητος μὲν κατά τινα ἐν τοῖς ἑξῆς φανησομένην παρῳδίαν ἢ καινοτέραν παρήχησιν διὰ τὴν μελιτόεσσαν ἡδυέπειαν· ποταμοῦ δὲ διὰ τὸ πολύρρουν τῆς φράσεως καὶ διὰ τὸ οἷον ποταμηδὸν προβάλλειν τὰς τοῦ λόγου ῥοάς. διὸ καί τις τῶν παλαιῶν καλῶς ἠρώτησε «τίς ἀμείνων Ὁμήρου φράσαι;» πρὸς [ὃν ἀποτείναιτ' ἄν τις θαρρούντως, ὅτι οὐδείς. δύο δὲ ὄντων Ὁμηρικῶν ῥητόρων, Ὀδυσσέως τε καὶ Νέστορος, οὐ δημηγορεῖ νῦν], Ὀδυσσεὺς ὡς ὑπὸ τοῦ βασιλέως ἀπειληθείς, ἵνα μὴ δόξῃ θωπεύειν αὐτόν, ὡς ἂν μὴ τὸ γέρας ἀφαιρεθῇ. [Τὸ δέ «οὗ ἀπὸ γλώσσης», ὡς οἷα καί τινος Μουσῶν σίμβλου, «γλυκίων ῥέεν αὐδή», οὐ μόνον ταῖς ἐννοίαις ἡδὺν εἶναι δηλοῖ τὸν Νέστορα, ἀλλὰ καὶ τῇ φράσει κομμωτικόν. διό, εἰ καὶ καταφορικῶς ἔφραζέ ποτε, οὐκ ἂν ἦν ἀγλευκὴς οἷα τὴν τραχύτητα τῆς δημηγορίας λεαίνων οὐ μόνον μεθόδοις ἀλλὰ καὶ κάλλει φράσεως. οὔκουν ὁ ποιητὴς ποτὲ μὲν γλυκὺν εἶναι ῥήτορα τὸν Νέστορά φησι, ποτὲ δὲ οὔ, ἀλλὰ ἁπλῶς τοιοῦτον εἰσαεὶ δηλαδή.] Τὸ δέ «ἔρρεεν αὐδή» τὸ ῥῆμά ἐστιν, ἐξ οὗ ὁ ῥήτωρ παράγεται. Ὅτι δύο ταῦτα τῷ Νέστορι προσμαρτύρεται ὁ ποιητὴς λογιότητά τε ῥητορικὴν καὶ φρόνησιν. ὅθεν, οἶμαι, καὶ ὁ παρὰ τῷ Γεωγράφῳ εἴληπται ὁρισμὸς τῆς ῥητορικῆς λέγων ὡς ῥητορική ἐστι φρόνησις περὶ λόγους. καὶ ὅτε μὲν ἡδυεπῆ ἔφη ἐκεῖνον ἀνωτέρω καὶ τὰ ἑξῆς, ὡς ῥήτορα συνέστησε τὸν γέροντα. ἔστι γὰρ ὁ Νέστωρ Ὁμηρικὸς ῥήτωρ, οὗ τὰ δευτερεῖα φέρει Ὀδυσσεύς. (v. 250—2) Ὅτε δὲ εἴπῃ «τῷ δ' ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων ἐφθίατο, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγένοντο ἐν Πύλῳ, μετὰ δὲ τριτάτοισιν ἄνασσε» σύνεσιν αὐτῷ ἐπιμαρτύρεται τὴν ἐξ ἐμπειρίας πολυχρονίου. μήτηρ γὰρ φρονήσεως ἐμπειρία. τοῦτο δὲ πλατέως ἐνταῦθα λεχθὲν ἐν Ὀδυσσείᾳ ὁ ποιητὴς ἀπεστένωσεν οὕτω φράσας· «τρὶς γὰρ δή μίν φασιν ἀνάξασθαι γένε' ἀνδρῶν». ἔστι δέ, ὅπερ ἐνταῦθα λέγει, τοιοῦτον· ὅτι κατὰ