Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.157
Not analysed yet
ὄντως δή, εὑρεθήσονται εἰς τοῦτο χρήσεις ἐν τοῖς ἑξῆς ἕτεραι. Τὸ δέ «ἠέπερ ἡμῖν» κάλλιον τοῦ «ἠέπερ ὑμῖν». τοῦτο μὲν γὰρ πάνυ βαρύ, ὡς μόνων τῶν δύο ἀριστέων τραχέως καταφερόμενον· τὸ δὲ ἡμῖν πάντως λεῖον καὶ ἀνεπαχθέστερον διὰ τὸ κοινότερον. ἔστι γάρ πως τὸ ἡμῖν ὅμοιον τῷ «οἳ νῦν βροτοί ἐσμεν». (v. 261) Τὸ δὲ ἀθερίζειν δηλοῖ μὲν τὸ ἀπορριπτεῖν καὶ ἐξουθενοῦν καὶ μετήνεκται ἀπὸ τῶν ἀθέρων—ἡ δὲ χρῆσις τοῦ ἀθέρος παρὰ Αἰλιανῷ ἐν τῷ Περὶ προνοίας— ἄχρηστοι δὲ οἱ ἀθέρες εἰς καρπὸν συγκομιζόμενοι. εἰσὶ δὲ στάχυες ἀγεννεῖς, ἐφ' οἷς αἱ σταχυηλόγοι πονοῦνται, οὓς οὐκ ἀξιοῖ θερίζειν ὁ γεωργός. ὅτε δὲ ὁ ποιητὴς ἐν τοῖς ἑξῆς ἀνθερίκων μνησθῇ, φυτόν τί ἐστιν ὁ ἀνθέριξ, ὃς καὶ ἀνθέρικος λέγεται, οὗ ὁ τύπος κατὰ τὸ ὁ κῆρυξ καὶ ὁ κήρυκος. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἀθερίζειν καὶ ἰχθὺς ἡ ἀθερῖνα ἔοικε λέγεσθαι. ἀθερίζεται γάρ πως καὶ αὐτὴ διὰ τὸ εὐτελές. διὸ καὶ «ἀτυχὲς ἰχθύδιον» ἐν τοῖς τοῦ Ἀθηναίου εὕρηται λεγομένη. (v. 262) Σημείωσαι δὲ καὶ ὅτι ἐν μὲν τῷ «οὐ γάρ πω τοίους ἄνδρας ἴδον» τὸν παρῳχημένον χρόνον λέγει· ἐν δὲ τῷ «οὐδὲ ἴδωμαι» τὸν μέλλοντα. τὸν δὲ ἐνεστῶτα τὸ «οὐδὲ νῦν ὁρῶ» τέως μὲν σιωπᾷ, ἵνα μὴ πάνυ λυπήσῃ τοὺς ἀκροατάς· προϊὼν δὲ σαφέστατα λέγει πως καὶ αὐτὸν ἐν τῷ «οὔ τις ἐκείνοις μαχέοιτο τῶν νῦν ἀνθρώπων». Τὸ δέ «κείνοις οὔ τις ἂν ἐρίζοι τῶν νῦν» ἀναμφήριστον ὑπεροχὴν δηλοῖ. ὅμοιον τούτῳ καὶ τὸ «ἐκείνοις οὐδ' ἂν ἔργα ἀραχνάων ἐρίσειαν». ἀνόμοιον δὲ πρὸς ταῦτα ἐν τοῖς ἑξῆς τὸ «Νέστωρ οἶος ἔριζεν». (v. 259) [Ἰστέον δὲ ὅτι τὸ ἐστόν ἤγουν ὑπάρχετον δεύτερον δυϊκὸν ὀξύνεται μὲν ἀκολούθως τῷ εἰμί ἐσσί καὶ τοῖς ἑξῆς ἕως τοῦ τρίτου τῶν πληθυντικῶν. ἔχει δὲ τὸ σίγμα ἐν τῇ παραληγούσῃ ποιητικῶς τε καὶ ἄλλως Ἀττικῶς ἐξ ἀφορμῆς τοῦ ἐσσί καὶ ἐστί καὶ ἐσμέν καὶ ἑξῆς. καὶ καινὸν οὐδέν, εἴγε καὶ τὸ ἤτην ἤγουν ὑπηρχέτην μετὰ τοῦ σίγμα ἐστὶν ἐν τῷ «ἀδελφὼ ἤστην» ἤγουν ἀδελφοὶ ὑπῆρχον.] (v. 262—5) Ὅτι βουλομένῳ τῷ ποιητῇ μὴ μόνοις ἐμμένειν τοῖς Τρωϊκοῖς, ἀλλά που καὶ ἑτέραις προγενεστέραις ἱστορίαις παραρτύειν τὴν ποίησιν, χρησιμεύει καὶ ὁ Νέστωρ εἰς τοῦτο χορηγὸς παλαιῶν ἱστοριῶν ἐν πολλοῖς γινόμενος. ἡ δὲ μέθοδος ὡς ἐπὶ πολὺ τῆς τῶν ἱστοριῶν παρενθέσεως τοιαύτη. ὁ γέρων οὗτος οὐκ ἔχων ἔργοις διεκφαίνεσθαι κατὰ τὸν Τρωϊκὸν πόλεμον διὰ τὸ βαθὺ γῆρας συνιστᾷ ἑαυτὸν ἄλλως, οἷς πάλαι ποτὲ ἠνδραγαθήσατο καὶ μέμνηται πράξεων ἑαυτοῦ, ἃς ἐν νεότητι κατειργάσατο, ὡς ἂν ὁ νῦν ἀχρεῖον αὐτὸν βλέπων εἰς πόλεμον καὶ μηδέν τι μέγα περὶ αὐτοῦ λογιζόμενος ἐπιστρέφηται τοῖς διηγήμασι καὶ τῷ καταλόγῳ τῶν ἀριστέων ἐντάττῃ καὶ τὸν πάλαι ποτὲ