Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.158
Not analysed yet
τοιοῦτον γενόμενον. τοιοῦτος οὖν ὁ Νέστωρ ὢν πολλαχοῦ περιαυτολογεῖ καὶ κατατείνων ἑαυτοῦ ἐγκώμια καὶ ἀριστείας μέμνηται καὶ προσώπων ἀξίων λόγου καὶ οὕτω τοῖς Τρωϊκοῖς παρεμπλέκει πολλὰ τῶν ἐν τῇ Ἑλλάδι ἱστορουμένων γενέσθαι, οἷς αὐτὸς ὁ γέρων παρεῖναί ποτέ φησιν, ὥσπερ δὴ καὶ ἐνταῦθα τόν τε Πειρίθοον καὶ τὸν Ἐξάδιον παρεισοδιάζει καὶ τὸν Καινέα καί τινα Πολύφημον ὁμώνυμον τῷ ἐν Ὀδυσσείᾳ Πολυφήμῳ Κύκλωπι καὶ ἄλλους αὐτούς τε ἱστορῶν κρατίστους γενομένους ἐπιχθονίων ἀνδρῶν καὶ κρατίστοις μαχομένους τοῖς Κενταύροις δηλαδή. Λαπίθαι δὲ ἦσαν οὗτοι, ὅ τε Πειρίθοος καὶ οἱ περὶ αὐτόν, γένος Θετταλικὸν εὐγενείᾳ τε καὶ ἀνδρίᾳ ἐπίσημον, οἳ τοῖς Ἱπποκενταύροις, ἀγρίῳ τινὶ φύλῳ κατὰ τὸν Γεωγράφον μάχην συγκροτήσαντες κατεπολέμησαν. ἕτεροι δέ φασιν, ὅτι ὁ Πειρίθους Ἀθηναῖος μὲν ἦν ἀνήρ, Ἰξίονος υἱὸς ἐν Θετταλίᾳ βασιλεύσαντος· ἀπὸ δὲ τοῦ περιθέειν οὕτως ὠνόμασται οἱονεὶ ὁ περιττὸς εἰς τὸ θέειν. ὁ δὲ μῦθός φησι τὸν Δία ὁμοιωθέντα ἵππῳ περιθέειν τὴν αὐτοῦ μητέρα πειρῶντα κἀντεῦθεν αὐτὸν κληθῆναι Περίθοον καὶ πλεονασμῷ τοῦ ι Πειρίθοον. [Ὅτι δὲ Δῖα ἐκαλεῖτο ἡ τοῦ Πειριθόου μήτηρ καὶ ὅτι, ὡς Πάνθοος Πάνθους, οὕτω Πειρίθοος Πειρίθους, καὶ ὅτι ἐν τῷ Περίθοος ἡμάρτηται ἡ περὶ πρόθεσις προσλαβοῦσα τὸ ι καὶ ποιήσασα τὸ Πειρίθοος ἐκ πλεονασμοῦ ἀσυνήθους καὶ ὡς οἱ Δωριεῖς τρέποντες τὴν ει δίφθογγον εἰς τὸ η καὶ ὥσπερ πλείων πλήων καὶ μείων μήων, οὕτω καὶ τὸ διὰ διφθόγγου Πειρίθοος διὰ τοῦ ἦτα γράφοντες Πηρίθοος πταίουσι, δηλοῦσιν οἱ παλαιοὶ λέγοντες ὡς οὐδέποτε τὴν ει δίφθογγον τὴν ἔχουσαν ἐκ πλεονασμοῦ τὸ ι εἰς η τρέπουσι. τὸ γάρ τοι ξένος ξεῖνος οὐ γράφουσι ξῆνος διὰ τοῦ η. καὶ οὕτω μὲν ταῦτα.] (v. 264) Τὸν δὲ Καινέα λόγος κάλλος τε περιττὸν ἔχειν καὶ ἀνδρεῖον εἶναι καὶ ἄτρωτον διαμεῖναι μέχρι πέρατος τοῦ ζῆν, καθὰ καὶ ὁ Τελαμώνιος Αἴας παρ' Ὁμήρῳ φαίνεται. ὁ δὲ μῦθος φύσει ἄτρωτον αὐτὸν εἶναί φησι πλάττων καί, ὅτι παρθένος εὐπρεπής ποτε γεγόνοι καὶ Ποσειδῶνος αὐτῇ μιγέντος αἰτησαμένη ἀνὴρ γενέσθαι καὶ ἄτρωτος μεῖναι, ὧν ἤθελεν, ἔτυχε. λέγεται δὲ καὶ ὑπερφρονῆσαι. ἀκόντιον γάρ, φασίν, ἐν ἀγορᾷ μέσῃ πήξας εἰς ὀρθὸν θεὸν τοῦτο προσέταξεν ἀριθμεῖν. ὅθεν ἡ Δίκη ποινὴν αὐτὸν ἀσεβείας εἰσπραττομένη πεποίηκεν ὑπὸ τοῖς Κενταύροις, οἳ δρυσί τε καὶ ἐλάταις αὐτὸν εἰς γῆν ἤρεισαν ἄρρηκτον καὶ ἄκαμπτον δύντα ὑπὸ γῆν «θεινόμενον στιβαραῖς καταΐγδην ἐλάταις», ὥς φησιν Ἀπολλώνιος. [εἴη δ' ἂν ταὐτὸν Καινέα εἰπεῖν καὶ νικητὴν κατὰ τὸ «καίνυτο φῦλ' ἀνθρώπων» ἤγουν ἐνίκα τοὺς τότε ἀνθρώπους.] Ὅτι ὡς τὸ Ὀϊλεύς Ἰλεὺς εὕρηται παρά τε Ἡσιόδῳ