Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.159
Not analysed yet
καὶ ἄλλοις ἀφαιρέσει τῆς ἀρχούσης, οὕτω καὶ ὁ παρ' Ὁμήρῳ Ἐξάδιος παρά τισι τῶν νεωτέρων Ξάδιος εὕρηται δίχα τοῦ κατάρχοντος ε κατὰ τοὺς παλαιούς, οἵ φασι καὶ ὅτι ὤφειλε δασύνεσθαι ἡ ἄρχουσα, εἰ καὶ ἡ Ὁμηρικὴ συναλιφὴ ψιλοῦσθαι δηλοῖ αὐτό. (v. 266 s.) Ὅτι ἐπαναλήψει πρώτῃ ἐνταῦθα χρᾶται ὁ ποιητὴς εἰπών· «Κάρτιστοι δὴ κεῖνοι» καὶ ἐπαγαγών· «κάρτιστοι μὲν ἔσαν». ἐνταῦθα δὲ καὶ ἐπιμονὴν ἐποίησε διὰ τὸ ἔνδοξον τῶν προσώπων. τῇ γὰρ λέξει τοῦ κράτιστοι ἐπέμεινε τρὶς αὐτὸ εἰπὼν ἐν δυσὶ στίχοις διὰ τὸ μὴ ἔχειν καιριωτέραν λέξιν εἰπεῖν. ὥστε οὐκ ἄν τις θαυμάσοι, ἐὰν ταὐτοσημάντους λέξεις ἐκ παραλλήλου λέγῃ, ὅσγε καὶ τὴν αὐτὴν ἀπαραποιήτως λέξιν πολλάκις τίθησι ταὐτολογεῖν οὐκ ὀκνῶν. ἔφη γάρ· «κάρτιστοι ἐκεῖνοι ἐπιχθονίων ἀνδρῶν. κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο»· οὐ μὴν ἀνδράσι κατ' αὐτοὺς ἀλλὰ θηρσίν, ὡς ῥηθήσεται αὐτίκα. κάρτιστοι δὲ ἢ παρὰ τὸ κάρτα, ὃ δηλοῖ τὸ λίαν, ἢ μάλιστα ἐκ τοῦ κράτος κατὰ μετάθεσιν ὡς «βράδιστοι ἵπποι», βάρδιστοι. κράτιστοι δὲ οἱ ἀνδρειότατοι καὶ νικηταί. τοιοῦτον δέ τι καὶ ὁ καρτερός, ὡς δηλοῖ παρὰ Ἀρριανῷ τὸ «Θηβαίων ἐγένετο καρτερός» ἤγουν περιεγένετο τῶν Θηβαίων καὶ αὐτόχρημα εἰπεῖν ἐκράτησεν. (v. 268) Ὅτι φῆρας ὀρεσκῴους τοὺς Κενταύρους φησὶ τουτέστι θῆρας ὀρειφοίτας. Αἰολικὴ δὲ λέξις κατὰ τοὺς παλαιοὺς τὸ φῆρες ἀντὶ τοῦ θῆρες ὡς τῶν Αἰολέων οὕτω λεγόντων. ἰστέον δὲ ὅτι ἡ τοῦ θ μετάληψις εἰς τὸ φ καὶ Ἀττικῆς ποτε διαλέκτου ἐστίν. ἐκεῖνοι γὰρ τὸ θλᾶν φλᾶν λέγουσι. τὸ μέντοι φλίψεται τὸ ἐν Ὀδυσσείᾳ καὶ τὸ παρὰ Θεοκρίτῳ ἐν Ἀδωνιαζούσαις Αἰολικὸν καὶ αὐτό. τινὲς δὲ τοὺς Κενταύρους φῆράς φασι κατὰ λέξιν σύνθετον ἐπιθετικῶς οἱονεὶ φυῆρας, τοὺς ἐκ δύο φυῶν ἡρμοσμένους, ὅ ἐστι διφυεῖς, τὸ μὲν κάτω ἵππους ὄντας ἄχρι καὶ εἰς αὐχένα, τὸ δὲ ἐντεῦθεν ἀνθρώπους καὶ τὸ ὅλον εἰπεῖν ἵππους τε ὄντας ἀκεφάλους καὶ ἀνθρώπους ἄποδας. ὅθεν καὶ τὸ ἀστεῖον ἐκεῖνο εἴρηται, ὅτι δηλαδὴ ἐν τῇ τῶν Ἱπποκενταύρων φύσει «ἵππος μὲν ἀπερεύγεται ἄνδρα, βροτὸς δ' ἀποπέρδεται ἵππον». ὅτι δὲ ἐγένοντο οἱ Ἱπποκένταυροι καὶ γενναῖοι καὶ δεξιοὶ κελητίζειν καὶ ὅτι λῃστρικῶς ἔζων, καὶ ἡ τοῦ Παλαιφάτου ἱστορία φησί. δῆλον δὲ ὅτι Κένταυροι μὲν ἐκλήθησαν, διότι ταύρους ἀγριανθέντας καὶ πολλὰ περὶ Θετταλίαν βλάπτοντας κατεκέντησαν· ἐνομίσθησαν δὲ σύνθετοι ἐξ ἵππων καὶ ἀνδρῶν, διότι ἁρματηλατεῖν ἀφέντες κελητίζειν ἐπετηδεύσαντο ἤγουν ἀζεύκτοις ἵπποις ἐποχεῖσθαι καὶ ἁρπάζοντες εἶτα φεύγοντες καὶ κατὰ νώτου βλεπόμενοι