Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.160
Not analysed yet
ἐφάνταζον τοὺς πολλοὺς ὡς ἐξ ἡμισείας εἰσὶν ἄνθρωποι ἐγκεκεντρισμένοι ἵπποις. καὶ ἡ φαντασία τὸν μῦθον ἀστείως ἀνέπλασε. λέγονται δὲ περὶ τὸ Πήλιον ὄρος καὶ τὴν Οἴτην οἰκεῖν, ἔνθα καὶ ἡ τῶν Εὐρωπαίων Μαγνήτων χώρα ἐστίν. ὁ δὲ μῦθος Ἰξίονος αὐτοὺς γενεαλογεῖ καὶ Νεφέλης, ἀφ' ὧν γενέσθαι τινὰ Κένταυρον, ἄνδρα θηριώδη καὶ ἀνθρώποις ἀνεπίμικτον, ὃν μιγνύμενον ταῖς Μαγνήτισιν ἵπποις τὸ τῶν Ἱπποκενταύρων ἀποτελέσαι φῦλον, σύνθετον ἔκ τε μητρὸς ἵππου καὶ πατρὸς ἐκείνου δὴ τοῦ Κενταύρου κληθέντος, φασίν, οὕτω, διότι ὁ Ἰξίων κεντήσας αὖραν ἤτοι ἀερίαν νεφέλην ἐγέννησεν αὐτὸν ἐξ ἐκείνης, ὡς ὁ μῦθος ἐλήρησεν. ἔοικε δὲ ὁ ῥηθεὶς Ἰξίων, ὁ καὶ πρῶτος παρὰ τοῖς Ἕλλησιν ἱστορούμενος γενέσθαι φονεύς, φαντασιοκόπος τις εἶναι καὶ πραγμάτων ἐφιέμενος ὑπὲρ αὐτὸν ὄντων, ὁποίους πολλοὺς ὁ μακρὸς χρόνος ἤνεγκε. διόπερ ὁ μῦθος ἐρᾶν αὐτὸν λέγει τῆς Ἥρας, ὕψους τινὸς δηλαδὴ ἡγεμονικοῦ. καὶ γὰρ οἱ παλαιοὶ καὶ εἰς τοιοῦτόν τι, ὡς εἴρηται, τὴν Ἥραν ἐκλαμβάνονται ζωὴν Ἡραίαν λέγοντες τὴν βασιλικήν· ἧς διεκπεσὼν ὁ Ἰξίων ἐμίγη, φασί, νεφέλῃ, σκιᾷ τινι δηλαδὴ καὶ φαντάσματι τῆς φιλουμένης ὑψηλῆς ζωῆς καὶ εἰδώλῳ τοῦ ποθουμένου, καὶ ἀπέτεκε Κενταύρους ἀνυποστάτους δηλονότι ἐννοίας καὶ ἃς οὐκ οἶδε φύσις τελεσφορεῖν. οὐδὲν γάρ ἐστιν ὁ Ἱπποκένταυρος, ὥσπερ οὐδ' ὁ τραγέλαφος. Περὶ δὲ τοῦ «ὀρεσκῴοισι» γέγραπται εἰς τὴν Ὀδύσσειαν ἐν τῷ «Λακεδαίμονα κητώεσσαν». ἐνταῦθα δὲ τοῦτο μόνον ῥητέον, ὅτι ἀπὸ τοῦ κείω τὸ κεῖμαι γίνεται κοῖος καὶ ἐκτάσει κῷος, ὡς πατροῖος πατρῷος· ὅθεν καὶ ὀρεσκῷοι θῆρες οἱ ἐν ὄρεσι κείοντες, ὅ ἐστι κείμενοι καὶ διάγοντες· ἢ ἀπὸ τοῦ κῶ τὸ κεῖμαι κατὰ πρόσληψιν συλλαβῆς κῶος καὶ ὀρεσκῶος, ὥσπερ καὶ κώμη ἀπὸ τοῦ κῶ γίνεται προσλαβόντος τὴν μη συλλαβὴν ὁμοίως τῷ ῥῶ ῥώμη, βρῶ βρώμη, τρῶ τρώμη ἡ τρῶσις, γνῶ γνώμη. [Ἀρέσκει δὲ τοῖς παλαιοῖς ἡ πρώτη ἐτυμολογία, δι' ἧς καὶ ἡ προσγραφὴ τοῦ ι βοηθεῖται ἐν τῷ ὀρεσκῷος, οὗ τὸ ἀνάλογον κατὰ τὸ Ἀχελῷος καὶ ἀθῷος. Ὅτι οὐκ ἀρκετὸν μάχεσθαί τινα, εἰ μὴ καὶ νικήσει· οὕτω γὰρ κράτιστος ὁ τοιοῦτος. διὸ εἰπὼν ἐπαινετικῶς Ὅμηρος, ὡς κάρτιστοι καρτίστοις ἐμάχοντο, ἐπάγει «καὶ ἐκπάγλως ἀπώλεσαν». Ἔστι δὲ ἐκπάγλως τὸ ὡς ἂν ἐκπλαγείη τις, οὗ πρὸς ὁμοιότητα ἑρμηνεύεται καὶ ὁ