Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.17
Not analysed yet
κατὰ τὸν ὄντως ἄνθρωπον. κατὰ γὰρ τὸν εἰπόντα σοφόν «οὓς οὐ προσορῶσιν αἱ Μοῦσαι, τούτους ποτῷ δηλήσατο Κίρκη» τουτέστι τούτους ἡ θηριώδης ἀλογία ἔβλαψεν. Ἔτι σημείωσαι καὶ ὅτι ὁ μὲν δραστήριος λόγος ὁ κατὰ τὴν πρακτικὴν τὴν ἐμβριθῆ καὶ οἷον εἰπεῖν ἀνδρώδη θεωρούμενος Ἑρμῆς λέγεται κατὰ προφορὰν ἀρρενικήν, [ἵνα ὥσπερ ἰαχὴ πόντου μεγάλη τροπικῶς ἀρρενοῦται, λεγομένη «κτύπος ἄρσην πόντου», οὕτω καὶ λόγος γενναῖος, ταὐτὸν δ' εἰπεῖν εὐγενὴς φιλοσοφία φεύγουσα τὸ θηλύφωνον, ἑρμαΐζηται τῇ προφορᾷ.] ᾧ δὴ Ἑρμῇ καὶ χρᾶται ἀγγέλῳ Ζεὺς ὁ νοῦς καὶ ὥσπερ ὑποδρηστῆρι. ὅσον μέντοι τοῦ λόγου μὴ τοιοῦτον, ἀλλ' οἷον θηλύστολον, τῷ στοχάζεσθαι ὡραϊσμοῦ τὰ πλείω καὶ ἡδονῆς καὶ φαιδρότητος καὶ κάλλους, Καλλιόπη Μοῦσα ἢ ὅλως Μοῦσαι τὸ τοιοῦτον εἶδος, θηλυγενῶς ἐκφωνούμεναι καὶ Διὸς μὲν οὖσαι καὶ αὐταί, τῷ φιλῳδῷ δὲ Ἀπόλλωνι μάλιστα μέλουσαι, ὃν καὶ ἀμείβονται ὀπὶ καλῇ [κατὰ τὸ «Φοῖβος ἁγήτωρ μελέων», ὃς διὰ τοῦτο καὶ Μουσηγέτης λέγεται.] καὶ οὕτως αὑταῖς ὑπεμφαίνουσαι τὸ πρὸς τὸν Ἑρμῆν διάφορον, [οὗ τὸ συγγενὲς πρὸς τὰς Μούσας καὶ ἡ μήτηρ αὐτοῦ Μαῖα δηλοῖ. Μοῦσά τε γὰρ ἐκ τοῦ μῶ, τὸ ζητῶ, γίνεται καὶ Μαῖα ὡσαύτως.] Ἰστέον δὲ καὶ ὅτι τὸ ἄειδε καὶ ὅλως τὰ προστακτικὰ οὐκ ἐξ ἀνάγκης ὑπεροχὴν δηλοῦσι τοῦ προφέροντος αὐτὰ προσώπου πρὸς τὸ προστασσόμενον, εἰ μή που κατά τι σύμβαμα καί ποτε. ὑποκινοῦσι γὰρ μόνον τὰ προστακτικὰ καὶ ἐρεθίζουσι πρὸς ἔργον, οὐ μὴν καὶ αὐθεντίαν πάντως δεσποτικὴν ἐνδείκνυνται. καὶ γέμει παραδειγμάτων ὁ βίος ἅπας. δηλοῖ δὲ καὶ ἡ λέξις τὴν φύσιν τοῦ πράγματος· τὸ γὰρ προστάσσειν [σύγκειται ἀπὸ τῆς προς προθέσεως τῆς δηλούσης τὸ ἐγγύς καὶ ἀπὸ τοῦ τάσσειν καὶ δηλοῖ τὸ ἐγγὺς τάσσειν] τινὰ καὶ πλησίον τῆσδε τῆς ἐνεργείας, ἧς πρὶν ἐχωρίζετο. τοῦτο δὲ οὐ μόνον δεσπότης ἢ πατὴρ ποιεῖ πρὸς δοῦλον καὶ υἱόν, ἀλλὰ καὶ ἀνάπαλιν γίνεται. δεῖ γὰρ εἰδέναι ὅτι ἀπανούργως καὶ φυσικῶς πᾶσα παρακίνησις καὶ διέγερσις καὶ ἅπας εἰς ἔργον ἐρεθισμὸς διὰ προστακτικοῦ ῥήματος γίνεται. εἰ δέ ποτε δυσωπία τις ὕπεστιν ἢ φόβος ἢ αἰδὼς ἢ ἔφεσις ἢ ἄλλη τις ἔνδειξις φυσικῆς θερμότητος ἐνδιάθετος, τότε ἀντὶ προστακτικοῦ εὐκτικῶς ὁ λόγος σχηματίζεται. καὶ τοῦτό ἐστιν, ὅπερ ἐφεῦρε τὰ εὐκτικὰ ῥήματα. καὶ ἐνταῦθα οὖν ὁ ποιητὴς ἁπλούστερον ἐλάλησε τὸ «ἄειδε» πρὸς μυθικὴν θεάν. εἰ δὲ ἐνεδοίαζεν ὡς οὐχ' ὑπακουσθήσεται, ἐσχημάτισεν ἂν τὸ «ἄειδε» εὐκτικώτερον. Ὅτι δὲ τὸ θεός ὄνομα ἐπί τε ἄστρων λέγεται παρὰ τὸ θέειν καὶ ἐπὶ