Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.166
Not analysed yet
οἷον πολυΐψιον, ὡς ἐν καιρῷ ῥηθήσεται. οὕτω δὲ καὶ τὸ κνώδαλον, εἴτε ὑπὸ κυνῶν ἁλίσκεται εἴτε κνώσσει ἐν τῇ ἁλί, πλεονασμὸν ἔχει τοῦ δ, ὡς καὶ ἡ ἄχερδος, ἧς οὐκ ἔστι χειρὶ ἅψασθαι διὰ τὸ ἀκανθῶδες, καὶ τὸ ἀπὸ τοῦ ὕω γινόμενον ὕδωρ καὶ τὸ ἀνέρος ἀνδρός καὶ ἕτερα, ἐν οἷς καὶ τὸ ἀμαλδῦναι, ὡς ἐν τοῖς ἑξῆς φανήσεται, καὶ ἡ πῖδαξ ἀπὸ τοῦ πιεῖν γινομένη. [ἴσως δὲ καὶ ὅλη ἡ δα συλλαβὴ πλεονάζει ἐν τῷ οὐτιδανός.] (v. 295) Ὅτι καὶ Ἀχιλλεὺς ταὐτολογεῖ διὰ τὸν θυμὸν ὁμοίως τῷ Ἀγαμέμνονι. φησὶ γάρ· «ἄλλοισι δὴ ταῦτ' ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε σήμαινε». ταὐτὸν γὰρ τὸ μὴ ἐπιτέλλου καὶ τὸ μὴ σήμαινε. πλείων δὲ ἡ ταὐτολογία ἐκεῖ, ὡς ἐρρέθη. οἰκεῖος δὲ οὗτος ὁ λόγος μεγάλῳ τινὶ πρὸς τὸν ἀπειλητικῶς ἐπιτάσσοντα. τινὲς δὲ ἀρέσκονται, ὡς καὶ Λογγῖνος δηλοῖ, νόθον εἶναι τὸν δεύτερον στίχον, οὗ κατάρχει τὸ σήμαινε, στίζοντες εἰς τὸ «μὴ γὰρ ἔμοιγε» τελείαν καὶ λαμβάνοντες ἐκ κοινοῦ τὸ ἐπιτέλλεο, ἵνα λέγῃ, ὅτι «ἄλλοις ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε ἐπιτέλλεο». (v. 298) Ὅτι κατὰ τοὺς παλαιοὺς ἡ Μασσαλιωτικὴ καὶ Σινωπικὴ ἔκδοσις τῆς Ἰλιάδος τὸ «μαχήσομαι» διὰ τοῦ η ἔχει. Ἡρακλέων δέ, φασίν, ὁ γραμματικὸς τὰ μὲν ῥήματα διὰ τοῦ ε προφέρει «μάχεσθαι, μαχέσασθαι» καὶ τὸ «μαχεσάμενον». τὰ δὲ ὀνόματα διὰ τοῦ η, οἷον μαχητής, μαχήμων. τοιοῦτον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ κορέσασθαι· αὐτὸ μὲν γὰρ διὰ τοῦ ε, τὸ δὲ ἀκόρητος ὄνομα διὰ τοῦ η. ἡ δὲ πλείων χρῆσις διφορεῖ καὶ μαχήσω καὶ μαχέσω λέγουσα, ὥσπερ καὶ αἰνέσω καὶ αἰνήσω, [ποθήσω καὶ ποθέσω, ἐξ οὗ ἐν Ὀδυσσείᾳ «κύων ἀπόθεστος», καλέσω καὶ καλήσω, ὅθεν κύρια Καλήτωρ καὶ Καλήσιος· οἰκήσω καὶ οἰκέσω, ὅθεν κατοικεσία καὶ συνοικέσιον·] αἰδέσω καὶ αἰδήσω, ἐξ οὗ καὶ ὁ αἰδήμων· νεικέσω νεικήσω, ὀζέσω καὶ ὀζήσω, ὡς Ἀριστοφάνης ἐν Σφηξίν· ἡγῶ ἡγήσω καὶ ἡγέσω, ἐξ οὗ ἡγεμὼν καὶ ἡγεσία· γαμῶ γαμήσω καὶ γαμέσω, ἐξ οὗ καὶ γαμετὴ ἡ γυνὴ καὶ γαμέτης ὁ ἀνήρ· κηδῶ κηδήσω καὶ κηδέσω, ὧν τοῦ μὲν τὸ κεκαδησόμεθα, τοῦ δὲ ὁ κηδεμών. (298 ss.) Ὅτι ὁ ἀφαιρούμενος, ἅπερ ὡς ἐν χάριτι παρά τινων ἔλαβε, τῶν δὲ οἰκείων μὴ ὑπεξιστάμενος, καιρίως ἂν εἴπῃ τὸ «χερσὶ μὲν οὔτι ἔγωγε μαχήσομαι οὔτε σοὶ οὔτε τῳ ἄλλῳ, ἐπεί μ' ἀφέλεσθέ γε δόντες. τῶν δ' ἄλλων, ἅ μοί ἐστι, τῶν οὐκ