Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.167
Not analysed yet
ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμοῦ». καὶ ὅρα τὸ ἀνελών οὐκ ἀντὶ τοῦ φονεύσας, ἀλλὰ λαβών. οὕτω δὲ ἀεί φησιν ὁ ποιητής. [κυριολεκτεῖται δὲ ἡ λέξις ἐπὶ σωμάτων τῶν κάτωθεν ἐκ γῆς ἀναλαμβανομένων. διὸ καὶ τὸ ἀνελεῖν, ὅ ἐστι φονεῦσαι, τοιαύτην ἔννοιάν τινα ὑποβάλλει. δοκεῖ γὰρ δηλοῦν τὸ ἄνω εἰς ὕψος ἑλεῖν τὸν θανόντα ἄνθρωπον· ἐπεὶ τῶν τις σοφῶν καὶ θανεῖν εἶναι λέγει τὸ θέειν ἄνω, οὗ ἀνάπαλιν γένεσιν τὴν εἰς γῆν νεῦσιν.] (v. 299) Τὸ δέ «ἀφέλεσθε» βαρέως εἶπεν Ἀχιλλεύς. οὐ γὰρ ἔτι τὸν βασιλέα αἰτιᾶται ὡς αὐτὸν ἀφελόμενον, ἀλλὰ τοὺς πάντας Ἀχαιοὺς ὡς μηδὲν ὑπὲρ αὐτοῦ λαλήσαντας. διὸ καὶ παρακατιὼν λέγει· «ἵνα γνώωσι καὶ οἵδε», οἵτινες δηλαδὴ διὰ τὸ σὸν δέος ἐφησυχάζουσι. πρὸς τοὺς Ἕλληνας δὲ ἀποτείνεται καὶ τὸ «οὔτε τῳ ἄλλῳ», ἵνα ἐνδείξηται μηδένα διὰ λόγου ἔχειν. διὸ καὶ τὸ «αἶψα αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί» ἀορίστως εἶπεν ἐπίτηδες, ἵνα ἐμφήνῃ ὅτι αἵματος ἐρωὴ ἔσται, κἂν ὁ βασιλεύς, κἂν ἄλλοι τινὲς αὐτῷ ἐπέλθωσι. [Ἰστέον δὲ ὅτι, ὥσπερ τὸ «ἀφέλεσθε» παθητικῶς φησιν Ὅμηρος, οὕτω καὶ τὸ ἀνελών παρὰ τοῖς ὕστερον λέγεται. ἀνείλετο γάρ φασι καὶ ἀνελόμενος.] (v. 302) Ὅτι τὸ «εἰ δ' ἄγε μὴν πείρησαι, ἵνα γνώωσι καὶ οἵδε» τινὲς μὲν σχῆμα νοοῦσιν ἐλλείψεως, οἷον «εἰ δὲ βούλει, ἄγε πειράθητι». ἕτεροι δὲ καὶ τοῦτο σχῆμα ἐκ παραλλήλου φασὶ δύο ἐνταῦθα ἰσοδυνάμων κειμένων λέξεων, τοῦ τε εἶ παρακελευσματικοῦ ἐπιρρήματος καὶ τοῦ ἄγε, ἀντὶ τοῦ εἴα ἄγε, ὡς ἐάν τις εἴποι «ἄγε δὴ φέρε», ὡς τοῦ δε ἀντὶ τοῦ δὴ λαμβανομένου, ἵνα λέγῃ ὅτι «εἴα δὴ ἄγε πείρησαι». φασὶ δὲ καὶ ὅτι τοῦτο τὸ εἰ προσλήψει τοῦ α γίνεται εἴα, ὃ δηλοῖ τὸ ἄγε, φέρε, καὶ ἀρέσκει οὕτω τῷ Νικάνορι καὶ δοκεῖ κρειττόνως οὕτως ἔχειν. ἐν γὰρ τοῖς ἑξῆς εὑρεθήσονται τοιαῦτα σχήματα, ἐν οἷς τὸ μὲν εἰπεῖν «εἰ δὲ βούλει, ἄγε, ποίησον τόδε» οὐκ ἔσται εὔοδον· τὸ δὲ εἰπεῖν «εἴα δὲ ἄγε, ποίησον» πάνυ εὐοδωθήσεται. ἰστέον δὲ ὅτι ἐκ τοῦ «εἰ δ' ἄγε μὴν πείρησαι» παρέξεσται τὸ «ἔστω μηδὲν ἀπείρητον» παρὰ Ἡροδότῳ. δοκεῖ δὲ τὸ ῥηθὲν εἴα παροξύνεσθαι, ὡς κατ' ἐπέκτασιν ἔχον τὸ α, ὁποῖόν τι καὶ ἐν τῷ ναίχι γίνεται. [Ὅτι δὲ τὸ εἴα συνεσταλμένην ἔχει τὴν λήγουσαν, ἡ τραγῳδία δηλοῖ ἐν τῷ «ἀλλ' εἴα, τέκνον»· καὶ «ἀλλ' εἴα, χώρει»· καὶ «ἀλλ' εἴα, φείδου μηδέν». ἐξ ἰαμβικῶν δὲ στίχων ταῦτά εἰσι. σημείωσαι δὲ ὅτι κατὰ τὴν τέχνην τοῦ Γεωργίου προπερισπᾶται τὸ ῥηθέν «εἴα» εἰπόντος, ὅτι τε παρακελευσματικὸν ἐπίρρημά ἐστι καὶ ὅτι, ὡς ῥέω ῥέα καὶ πλεονασμῷ τοῦ ι ῥεῖα, οὕτως ἕω, τὸ ἐκπέμπω, ἕα καὶ πλεονασμῷ εἶα. φέρει δὲ καὶ χρῆσιν τῆς λέξεως κειμένην, φησί, παρ' Εὐριπίδῃ ἐν Σολεῖ ταύτην