Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.168
Not analysed yet
»εἶα δή, φίλον ξύλον, ἔκτεινέ μοι σεαυτὸ καὶ γίνου θρασύ».] (v. 304) Ὅτι τὸ «ὣς τώ γε ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν ἀνστήτην» σχῆμα ὂν καταστατικὸν ἐννοίας οἱ γραμματικοὶ παραγραφὴν καλοῦσι συγκαταριθμοῦντες αὐτὸ τοῖς ποιητικοῖς τρόποις. χρώμεθα δὲ τούτῳ τῷ σχήματι, ὅτε συμπληρώσαντες τὰ φθάσαντα ἐπὶ ἑτέραν διήγησιν μεταβαίνομεν. τοιοῦτον καὶ μετ' ὀλίγα τὸ «ὣς οἱ μὲν τὰ πένοντο κατὰ στρατόν» καὶ ἄλλα μυρία. ἀντίβια δὲ ἔπη τὰ ἐναντιοδύναμα. (v. 305) Ὅτι τὸ τὴν σύναξιν σκεδάννυσθαι λύεσθαι λέγεται. φησὶ γάρ· «λῦσαν δ' ἀγορήν» καὶ «λῦτο δ' ἀγών» καὶ «ἀνδρῶν ἀγορὰς ἠμὲν λύει ἠδὲ καθίζει». σημείωσαι οὖν ὅτι, εἰ τὸ σκεδάζεσθαι λύσις ἐστί, δεσμός τις ἄρα τὸ συνάγεσθαι, ὥστε ἐκ τούτου ὁ δῆμος ἐτυμολογεῖται, συνδεδεμένος οἷον τυγχάνων ὄχλος κατὰ τοὺς παλαιούς, [ἐκ πάντων δὲ κατὰ εἰρήνην δεδεμένος. τὸ γὰρ τούτου ἀνάπαλιν παράγει τὴν λύην, ὃ σημαίνει τὴν στάσιν, ὅ ἐστι διάστασιν, παρὰ τοῖς ἀρχαίοις, τὴν διαλυτικὴν τῆς συνδετικῆς ὁμονοίας. ὅθεν καὶ Διόνυσος Λυαῖος, οὐ μόνον ὡς ἐκλύων μέλη, ἀλλὰ καὶ διὰ τὸ αἴτιος εἶναι λύης τοιαύτης ἐν τῷ ἀμέτρως πίνεσθαι. (v. 306) Ὅτι οὐ μόνον «δαῖτα ἐΐσην» λέγει ὁ ποιητής, ἀλλὰ καὶ «νῆας ἐΐσας» ἤγουν ἴσας, ὥστε μὴ ἀεὶ τοιχίζειν, καὶ πλεονασμῷ τοῦ ε ἐΐσας ἢ πορευτικὰς καὶ ταχέας παρὰ τὸ ἰέναι.] (v. 309) Ὅτι κρίνειν οὐ μόνον ἐπὶ τοῦ δικάζειν, ἀλλὰ καὶ ἐπὶ τοῦ ἁπλῶς χωρίζειν καὶ ἐπιλέγεσθαι. ἐρέτας γοῦν ἐνταῦθα ὁ Ἀγαμέμνων ἔκρινεν ἤτοι ἐπελέγετο, οἳ καὶ ἔκκριτοι ἂν διὰ τοῦτο λεχθεῖεν. [ἔστι δὲ ταὐτὸν ἐρέτας κρίνειν καὶ ἐρέτας ἐπίτηδες ἀγείρειν.] (v. 312) Ὅτι τὸ ἀναπλεῦσαι ἀναβῆναι λέγεται, οἷον «οἳ μὲν ἔπειτ' ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα». πρόσκειται δὲ τὸ ὑγρά, ἐπεὶ καὶ διὰ ξηρᾶς ἔστι κέλευθος. Τὸ δὲ κέλευθα μεταπλασμὸν γένους φασὶν οἱ παλαιοὶ μεταπλασθέντος τοῦ ἡ κέλευθος εἰς τὸ κέλευθον. γίνονται δὲ τοιαῦτα πολλά. οὕτω γὰρ καὶ τοὺς μηροὺς μηρὰ λέγει ἡ ποίησις καὶ τοὺς ῥύπους ῥύπα, ὡς καὶ Θεόκριτος «ἅπαν ῥύπον». καὶ τὰ ζυγὰ δὲ τοῦ τοιούτου εἴδους εἰσίν. ὡσαύτως καὶ τὰ δεσμὰ καὶ τὸ «γυμνάζει τὰ τράχηλα» παρὰ Καλλιμάχῳ. οὕτω δὲ καὶ τοὺς λύχνους καὶ τοὺς δίφρους λύχνα καὶ δίφρα φασὶν οἱ παλαιοί. μεταβολὴ δὲ γένους καὶ ἡ ἰσθμὸς καὶ ἡ τάρταρος παρὰ Πινδάρῳ καὶ παρὰ Ἡσιόδῳ οὐδετέρως «Τάρταρά τε ἠερόεντα». ὅμοιόν τι καὶ τὸ ἡμέρα καὶ ἦμαρ· ἐναλ-