Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.169
Not analysed yet
λαγὴν γὰρ γένους ἔπαθε καὶ αὐτό. (v. 313) Ὅτι λύματα ἐλέγοντο τὰ καθάρματα, οἱονεὶ λούματά τινα ὄντα, ἅπερ ἐν τῷ λούεσθαι ἀπεβάλλοντο, καὶ τὸ καθαίρεσθαι ἀπολυμαίνεσθαι. καὶ ἦν παρὰ τοῖς παλαιοῖς αὕτη καιριωτάτη λέξις ἐν ταῖς ἐπὶ θυσίᾳ καθάρσεσι. διὸ καὶ ὁ ποιητὴς ἐπιμένων οὕτω φησί· «λαοὺς δ' Ἀτρείδης ἀπολυμαίνεσθαι ἄνωγεν. οἳ δ' ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματ' ἔβαλλον». διὰ τί δὲ εἰς τὴν ἅλα; ἢ πάντως διὰ τὸ φύσει ῥυπτικὸν εἶναι τὸ τῆς θαλάσσης ὕδωρ. εἰς τὴν ἀπέριττον οὖν φασι τὰ περιττώματα ἔβαλλον. διὸ καὶ παροιμία φησί· «θάλασσα κλύζει πάντα τἀνθρώπων κακά», ἣ παρ' Εὐριπίδῃ κεῖται. ἀπὸ δὲ τῶν τοιούτων λυμάτων καὶ παρὰ τοῖς ὕστερον ἡ λύμη ἐπὶ βλάβης λέγεται, ἣν ἄξιόν ἐστιν ἀπολούσασθαι· καὶ ὁ λυμεὼν ἐντεῦθεν, ὃν κάθαρμά τις ἂν εἴποι καὶ πίνον αὐτόχρημα, ὥσπερ καὶ ὁ παρὰ Σοφοκλεῖ Αἴας «κακοπινέστατον ἄλημα» ἤγουν πλάνημα «στρατοῦ» τὸν Ὀδυσσέα καλεῖ. καὶ τὸ λυμαίνεσθαι δὲ ἐπὶ βλάβης ἐκ τοῦ Ὁμηρικοῦ τοῖς ὕστερον εἴληπται, πλὴν ὅσον ἡ μὲν Ὁμηρικὴ λέξις τὸ λυμαίνεσθαι σεμνὴ καὶ οὐδέν τι ἐπισυρομένη ψόγου ῥύπασμα, ἡ δὲ παρὰ τοῖς ὕστερον λύμη καὶ τὸ λυμαίνεσθαι καὶ ὁ λυμεὼν ἐπὶ ψόγου λαμβάνονται. ὥσπερ δὲ τὸ βρῶμα βρώμη λέγεται παρὰ τῷ ποιητῇ καὶ παρ' ἑτέροις τὸ τρῶμα τρώμη, οὕτω καὶ τὸ Ὁμηρικὸν λῦμα τὸ λύμη παρήγαγεν. [Εἴη δ' ἂν καινὸν οὐδὲν τὸ λῦμα φορτικὴν λέξιν εἶναι γενόμενον ἐκ τοῦ λούω, εἴγε καὶ τὸ κάθαρμα μισεῖται ἀπὸ τοῦ καθαίρω παραχθὲν καὶ ἐκ τοῦ ἅζω, τὸ σέβομαι, ἅγος, δι' οὗ δηλοῦται τὸ μίασμα.] (v. 315) Ὅτι δηλοῖ καὶ ἐνταῦθα ὁ ποιητὴς τέλεια δεῖν εἶναι τὰ θυόμενα. φησὶ γάρ· «ἔρδον Ἀπόλλωνι τεληέσσας ἑκατόμβας». ταῦροι δὲ καὶ αἶγες ἦσαν τὰ θυόμενα. [ἔστι δὲ ἔρδειν τὸ θύειν,