Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.170
Not analysed yet
ὡς ἀλλαχοῦ ῥηθήσεται. ὥσπερ δὲ φθόγγος φθογγήεις, οὕτω τέλος τελήεις, οὗ θηλυκὸν ἡ τελήεσσα.] (v. 315 s.) Ὅτι ἀτρύγετος θάλασσα ἢ ἡ βαθεῖα, ἧς οὐκ ἔστιν εὑρεῖν τρύγα, ἢ οἷον ἀτρύετος ἤγουν ἀκαταπόνητος διὰ τὴν τοῦ στοιχείου δύναμιν πλεονασμῷ τοῦ γ ἢ ἀφ' ἧς οὐδὲν τρυγῶμεν. τὸ γὰρ τρυγᾶν ἐπὶ γῆς κυριολεκτεῖται. ὅτι δὲ καὶ ἀὴρ καὶ αἰθὴρ ἀτρύγετοι, ἀλλαχοῦ φανήσεται. [Ὅρα δ' ἐνταῦθα, ὅτι τε οὐχ' ἑκατόμβην ἀλλ' ἑκατόμβας ἀναγκαίως ὁ βασιλεὺς θύει τῷ Φοίβῳ καὶ ὅτι καλῶς διὰ τὸν γενησόμενον ἀνάπλουν «παρὰ θῖν' ἁλὸς ἀτρυγέτοιο» θύουσιν. ὡς δέ, καθὰ ῥηγμὶν ἐκ τοῦ ῥήσσειν, οὕτω καὶ θὶν θινὸς θηλυκῶς τὰ πολλὰ ὁ αἰγιαλὸς λέγεται, περὶ ὃν ῥήσσονται καὶ θείνουσιν, ὅ ἐστι τύπτουσι τὰ κύματα πλήττοντα—διὸ καὶ «παραπλῆγες ἀκταί» λέγονται—καὶ ὅτι τὸ θίν θινός ὡς δικατάληκτον ἔχει ἀντὶ διφθόγγου μόνον τὸ δίχρονον, ἀγραμματίκευτός ἐστιν ὁ μὴ εἰδώς.] (v. 317) Ὅτι τὸ «κνίσση δ' οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ» ἐμφαντικόν ἐστι τῆς τῶν τυθέντων ζῴων πιότητος. ἔχει δέ τι καὶ ἀστεῖον ὁ λόγος κατὰ τοὺς παλαιοὺς δεικνύων φανταστικῶς τὴν λευκὴν πιμελὴν συναναμιγνυμένην τῇ μελανίᾳ τοῦ καπνοῦ. κνίσσα δὲ καὶ νῦν ἡ τῆς πιμελῆς ἀνάδοσις· οὐρανὸς δὲ ὁ ἀήρ. Τὸ δὲ ἷκεν ἀντὶ τοῦ κατελάμβανεν ἀεὶ διὰ τοῦ ι παρὰ τῷ ποιητῇ γραφόμενον ἀπὸ τοῦ ἵκω, ἐξ οὗ καὶ τὸ ἱκάνω καὶ ἱκνῶ. δῆλον δὲ ὡς προῆν τὸ ἐν τῷ ι γραφόμενον ἵκω τοῦ παρὰ τοῖς ὕστερον διὰ τοῦ η, ἐφ' οἷς γέγονε σύμβασις τοῖς κριτικοῖς, ἵνα μὴ ἀμφιμάχοιντο, γράφεσθαι τοῦ ἵκω τὰ μὲν ἐνεργητικὰ διὰ τοῦ η, τὰ δὲ παθητικὰ διὰ τοῦ ι. καὶ οὕτω φυλάσσονται παρὰ τοῖς μεθ' Ὅμηρον ἄμφω αἱ γραφαί. δύναται δὲ καὶ ἄλλως τὸ «οὐρανὸν ἷκε» νοηθῆναι κατὰ προθέσεως ἔλλειψιν ἀντὶ τοῦ «εἰς οὐρανὸν ἤρχετο». Τὸ δέ «περὶ καπνῷ» καινότερον συντέτακται· τὸ γὰρ κοινόν «περὶ καπνόν». καὶ ἢ ἀττικισμός ἐστιν ἢ κατὰ ἀναστροφὴν κεῖται ἡ πρόθεσις, ἵνα ᾖ περιελισσομένη καπνῷ. ὅτι δὲ καὶ ἡ περι καὶ ἡ ἀμφι καὶ ἡ ὑπο πρόθεσις μυριαχοῦ δοτικῇ συντάσσονται καὶ μάλιστα ἡ ὑπο καὶ ἡ ἀμφι,