Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.18
Not analysed yet
στοιχείων παρὰ τὴν εὔτακτον θέσιν αὐτῶν καὶ ἐπὶ τοῦ τὰ πάντα εὖ διατιθεμένου νοὸς καὶ ἐπὶ σοφῶν δὲ ἀνδρῶν, οἳ πρὸς τὸν πρῶτον νοῦν ἑαυτοὺς ἀνάγουσι διὰ δυνατῆς ἐξομοιώσεως, καὶ αὐτὸ εἰς πλάτος ἔστιν εὑρεῖν παρὰ τοῖς παλαιοῖς. διὸ εἰς τοσοῦτον ἄρτι εἰρήσθω καὶ περὶ αὐτοῦ. Κἀκεῖνο δὲ ἰστέον, ὅτι μυθικώτερον θεὰν ἤτοι Μοῦσαν ἐπικαλεῖται ὁ ποιητὴς διά τε προσοχὴν τῶν ἀκροωμένων, ἵνα ὡς Μούσης λαλούσης προσέχοιεν τοῖς λεγομένοις τὰς ἀκοὰς καὶ ἵνα καὶ ἑαυτὸν σεμνύνῃ ὡς θεοφιλῆ καὶ ἐν ψυχῇ ἔχοντα ἢ μίαν ἢ πάσας τὰς Μούσας καὶ διὰ τοῦτο ἔνθεον, μάλιστα δὲ διὰ τὸ πιθανὸν τῶν πλασμάτων, ὁπηνίκα μυθικά τινα λέγει, οἷον θεῶν βουλὰς καὶ πολέμους ἐκείνων καὶ ἐπιβουλὰς καὶ ἔρωτας καὶ ἀποδημίας καὶ ὅλως πράξεις παντοίας. μαθὼν γὰρ ὁ ἀκροατής, ὅτι Μοῦσα προκληθεῖσα λαλεῖ, οὐκ ἂν ἀπορήσῃ, πόθεν τὰ τοιαῦτα οἶδεν ὁ ποιητής, εἰδὼς τὸν μὲν ποιητὴν καθάπαξ μουσόληπτον, τὴν δὲ Μοῦσαν πάντα εἰδυῖαν ὡς θεάν. Ταὐτὸν δὲ Μοῦσαν καὶ θεὰν εἰπεῖν καὶ Μούσας πληθυντικῶς καὶ θεάς, ὥσπερ καὶ Εἰλείθυια ἑνικῶς καὶ Εἰλείθυιαι πληθυντικῶς παρὰ τῷ ποιητῇ εὕρηνται. διὸ καὶ ἐν τῇ βῆτα ῥαψῳδίᾳ ἐρεῖ, ὅτι αἱ Μοῦσαι, θεαὶ οὖσαι, πάρεισί τε ἴσασί τε πάντα. ἔνθα καὶ δῆλον ἔσται ὅτι κάτοχός ἐστιν ἁπάσαις ταῖς Μούσαις· ὥστε καὶ νῦν θεὰν εἰπὼν καὶ ἐν Ὀδυσσείᾳ Μοῦσαν καὶ μὴ ὀνομάσας ταύτην ἢ ἐκείνην ὅμως ἐμφαίνει, ὅτι ἁπάσας καλεῖ, τουτέστι τὰς ἐννέα. καὶ ἀληθῶς οὕτω χρὴ νοεῖν, ὅτι καὶ πασῶν δέεται, εἴπερ ἐκείνων μὲν ἑκάστη μερίζονται τὰς λογικὰς τέχνας καὶ ἐπιστήμας ἐπιστατοῦσαι ἄλλη ἄλλης ἰδίᾳ, ἡ δὲ Ὁμηρικὴ ποίησις ἁπάσης σοφίας θεωρεῖται ἔμπλεως. [ὡς δὲ καὶ ταὐτόν ποτέ ἐστι Μοῦσαν εἰπεῖν καὶ ᾠδήν, δηλοῖ καὶ ἡ μουσουργὸς γυνὴ καὶ παρὰ Σοφοκλεῖ τὸ «φιλαύλους Μούσας».] Ὅτι τὸ «Πηληϊάδεω Ἀχιλῆος» οὐ φυσικῶς ἔχει τοῦ ἡρωϊκοῦ μέτρου τοῦ ἐκ δακτύλων καὶ σπονδείων συγκειμένου, ἀλλὰ πάθος ἴσχει, ὃ λέγεται συνίζησις. αἱ γὰρ τέσσαρες συλλαβαί, αἱ μετὰ τοὺς τέσσαρας πόδας ἤγουν τὸ δε καὶ τὸ ω καὶ τὸ α καὶ τὸ χι εἰς δάκτυλον καταλογίζονται, τοῦ δε καὶ τοῦ ω λαμβανομένων ἀντὶ μιᾶς μακρᾶς. κατὰ δέ τινας ἡ μετὰ τοὺς πρώτους τρεῖς πόδας τετρασυλλαβία, τὸ ληϊάδε, δακτυλικῶς ποδίζεται, ὡς τοῦ ι καὶ τοῦ α καταλογιζομένων ἀντὶ βραχείας μιᾶς. λέγεται δὲ τὸ πάθος συνίζησις, [καθά που καὶ ἡ συναίρεσις παρὰ Ἡρωδιανῷ,] κατὰ μίμησιν τῶν συνιζανόντων καὶ συμπιπτόντων σωμάτων καὶ πυκνουμένων ἐξ ἀραιότητος καὶ ἐκ πλείονος κατεχόντων ὀλιγώτερον τόπον κατὰ συμπίλησίν τινα, ὃ δὴ καὶ