Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.176
Not analysed yet
τὸ δὲ Μενοίτιος πλεονασμὸν ἔχει τοῦ ι ὡς ἐκ τοῦ μένος, [καθὰ καὶ ἐν Ὀδυσσείᾳ τὸ Φιλοίτιος ἐκ τοῦ φίλος.] οὕτω δὲ καὶ τὸ Θυμοίτης καὶ παρὰ Θεοκρίτῳ δὲ τὸ Δαμοίτης ἀπὸ τοῦ θυμός καὶ δῆμος. [Ὅρα δὲ καὶ τὸ «ἀλλ' ἄγε ἔξαγε», ὧν τὸ μὲν ἔξαγε καθαρῶς ἐστι προστακτικόν, τὸ δὲ ἄγε τέτριπται ὡς παρακελευσματικὸν ἐπίρρημα εἶναι, καθὰ πολλαχοῦ καὶ τὸ φέρε, ὃ δὴ καὶ πληθυντικοῖς εἴωθεν ἐπιλέγεσθαι, ὡς δηλοῖ καὶ τὸ «ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν».] (v. 340) Ὅτι μέγα εἰς ἀταραξίαν ψυχῆς τὸ προετοιμασθῆναι καὶ ἑαυτὸν προμαλάξαι τῇ καραδοκίᾳ τοῦ μέλλοντος λυπηροῦ. ἰδοὺ γὰρ ὁ Ἀχιλλεὺς ὁ φθάσας πολλὰ εἰπεῖν καὶ κυκῆσαι τὸ συνέδριον διὰ τὴν ἀπειλὴν τοῦ βασιλέως ἐν αὐτῇ τῇ ἀποβάσει τῆς ἀπειλῆς καὶ τῇ ἀφαιρέσει τῆς κόρης οὐ μικροψυχεῖ οὐδὲ φθέγγεταί τι κατὰ τοῦ βασιλέως πλέον, ἀλλ' ἢ μόνον ἀπηνέα καλεῖ αὐτὸν βασιλέα [καὶ διὰ τοῦτο ἐκ θυμοῦ ἀπροόρατον τοῦ μέλλοντος.] ἔφθασε γὰρ ἤδη ὁρίσαι τὸ πρᾶγμα παρ' ἑαυτῷ, ὅτε εἶπεν· «ἀφέλεσθέ με δόντες». διὸ οὐδὲ εἶπεν ὁ ποιητὴς ἀνωτέρω, ὅτι ἰδὼν τοὺς κήρυκας ὁ Ἀχιλλεὺς ἐλυπήθη, ἀλλὰ μέσως πως ἔφρασεν εἰπών· «οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς», ὅπερ δηλοῖ τὸ μὴ πάνυ αὐτὸν δυσχερᾶναι. διὸ καὶ ἑτοίμως τὴν γυναῖκα δίδωσι. δύναται μέντοι τὸ «οὐκ ἐγήθησε» καὶ ἄκραν λύπην σημαίνειν, ἐάνπερ μετ' ὀλίγα καὶ δακρύῃ ὁ Ἀχιλλεύς. Σημείωσαι δὲ καὶ ὅπως δεξιῶς ὁ Ἀχιλλεὺς εἰς σκῶμμα τοῦ βασιλέως παρέρριψε τὸ ἀπηνῆ αὐτὸν προσειπεῖν ὡς μὴ δέον ὂν οὕτως εὐθὺς ἀπηνῆ τὸν βασιλέα εἶναι. Ἀπηνὴς δὲ κοινῶς μὲν ὁ σκληρὸς καὶ ἐναντίος πρὸς τὸν ἐνηῆ. Ἀττικοὶ δὲ ἀπηνὲς καὶ τὸ ἁπλῶς ἄπο αἴνου ἔλεγον ἤτοι τὸ ἀπαίδευτον, ὡς ὁ Κωμικὸς ἐν Νεφέλαις παραδηλοῖ [φράζων τι καὶ δριμὺ ἐκεῖνος διὰ τὸ καὶ ἀγρίους τοὺς τοιούτους καλεῖν.] Σημείωσαι δὲ ὡς ἐν τῷ «πρὸς τοῦ βασιλῆος ἀπηνέος» οὐ πάνυ συνήθης ἐστὶν ἡ φράσις· τὸ γὰρ κοινότερον «πρὸς τοῦ ἀπηνέος βασιλέως». αἴτιον δὲ τοῦ συγχεθῆναι τὴν φράσιν ὁ θυμὸς τοῦ λαλοῦντος, ὃ καὶ ἐν ἄλλοις φαίνεται. (v. 338) Ὅτι πολλαὶ τῶν εὐθειῶν μονάζουσι πλαγίας μὴ ἔχουσαι ἀλλ' οἷον στειρεύουσαι τῶν μετ' αὐτὰς πτώσεων. αὐτίκα τὸ γυνή οὔτε γενικὴν ἔχει οὔτε τὰς ἑξῆς πτώσεις ἄνευ τῆς αἰτιατικῆς· γυνὴν γὰρ εὑρῆσθαι λέγουσί τινες τῶν παλαιῶν. οὕτως οὐδὲ τὸ ὕδωρ πτώσεις ἔχει πλαγίας οὐδὲ ὁ μάρτυς οὐδὲ τὸ ἦδος, ὃ δηλοῖ τὴν ἡδονήν, οὐδὲ τὸ ὄφελος οὐδὲ τὸ ἦτορ οὐδὲ ἄλλα πολλά. ὥσπερ δὲ πολλαὶ τῶν εὐθειῶν,