Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.177
Not analysed yet
ὡς εἴρηται, πλαγίας οὐκ ἔχουσιν, οὕτω καὶ πολλαὶ τῶν πλαγίων ὀρφαναί εἰσιν ὥσπερ μητέρων τῶν εὐθειῶν. αὐτίκα ἡ τοῦ μάρτυρος γενικὴ εὐθεῖαν οὐκ ἔχει κοινὴν ἀνάλογον λήγουσαν εἰς ρ. οὐδὲ ἡ γυναικὸς γενικὴ εὐθεῖαν ἐκφωνουμένην ἔχει τὴν γύναιξ, [ἀλλὰ καθ' Ἡρωδιανὸν εἰπεῖν ἑτερόζυγος ἡ γυναικὸς γενικὴ ἐξενήνεκται ὡς πρὸς τὴν εὐθεῖαν· γυνὴ γάρ.] συμβαίνει οὖν πολλάκις ἐν ταῖς τοιαύταις εὐθείαις, ὅπερ ἐπὶ τῶν ὑποβολιμαίων παίδων γίνεται. ὡς γὰρ ἐκεῖ αἱ μητέρες, ὅσαις οὔκ εἰσι γνήσια βρέφη, νόθα ἑαυταῖς ὑποβάλλουσιν, οὕτω καὶ ἐνταῦθα ἡ μονάζουσα εὐθεῖα καὶ ὡς εἰπεῖν στερίφη μήτηρ τὰς νόθους πλαγίους φιλιοῦται καὶ ὑποβάλλουσα ἑαυτῇ οἰκειοῦται εἰς κλίσιν· οἷον ἡ γυνὴ μὴ ἔχουσα γενικὴν οἰκείαν εἰσποιεῖται [ἄνευ ἀναλογίας κανονικῆς] τὴν γυναικός γενικὴν ἑαυτῇ καὶ τὰς ἑξῆς πλαγίας. ὡσαύτως καὶ τὸ μάρτυς μὴ ἔχον [ὅλως ἀναλόγως] εἰς οἰκείαν κλίσιν μεταπεσεῖν μεταβαίνει ἑτεροκλίτως εἰς τὴν μάρτυρος γενικήν· ἧς εὐθεῖα οὐδ' αὐτὴ ἀνάλογος ὁ μάρτυρος. ὁ δ' αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ὕδωρ ὕδατος καὶ φρέαρ φρέατος καὶ τῶν ἄλλων ὀνομάτων, ἅπερ οἱ γραμματικοὶ ἑτερόκλιτα λέγουσι. καὶ τὸ Ζεύς δὲ ἑτεροκλίτως ἔχει· ἡ γὰρ Διός γενικὴ ἀπὸ σιγωμένης εὐθείας ἐπλαγιάσθη. Δὶς γὰρ Διός, ὡς κὶς κιός, ὁ σκώληξ· [ὥστε ἡ δοκοῦσα εὐθεῖα τοῦ Διός, ὁ Ζεύς, ψεύδεται τὴν τοιαύτην δόκησιν.] ἐπεὶ δὲ τὸ μὲν Ζεύς οὐ κλίνεται, τὸ δὲ Δίς συνεμπίπτει κατὰ φωνὴν τῷ δίς ἐπιρρήματι, ἐσιγήθη μὲν ἡ προσφυὴς εὐθεῖα τοῦ Διός, πρόκειται δὲ τὸ Ζεύς ἑτερόκλιτον ἀντ' αὐτῆς [διὰ τὸ κοινότερον. συνηθέστερον γὰρ ὁ Ζεύς ἤπερ ὁ Ζάν καὶ ὁ Ζήν καὶ ὁ Δίς καὶ ὁ Δάν καὶ ὅσα ἄλλα κεῖνται παρὰ τῷ παλαιῷ τεχνικῷ.] διὰ τί δὲ οὐ κλίνεται τὸ Ζεύς, ἐν τῷ τέλει τῆς ῥαψῳδίας ταύτης ῥηθήσεται. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ ῥημάτων τὸ αὐτό ποτε γίνεται· οἷον ὀμβρίζω μὲν καὶ σταθμίζω εὕρηται παρὰ τοῖς παλαιοῖς, μέλλοντες δὲ αὐτῶν ἢ ὅλως αἱ ἐξ αὐτῶν κινήσεις οὐχ' εὕρηνται, ἀλλὰ καὶ τὸ ὤμβρησε καὶ τὸ ἐστάθμησε διὰ τοῦ η γράφονται ὡς ἀπὸ θεμάτων τοῦ ὀμβρῶ καὶ σταθμῶ. κἀκεῖνο δὲ ἰστέον ὡς πολλαὶ τῶν εἰς ος ληγουσῶν γενικῶν ἀναδρομὴν πάσχουσιν εἰς εὐθεῖαν, οἷον Τρὼς Τρωός, ὁ Τρῳὸς ἤγουν ὁ Τρωϊκός, ἐξ οὗ καὶ Τρῳαὶ ἵπποι αἱ Τρωϊκαί· δμὼς δμωός, ὁ δμῳός, ὁ δοῦλος, ἀφ' οὗ καὶ δμῳαὶ αἱ δουλίδες· ὁ φύλαξ τοῦ φύλακος, ὁ φύλακος· ἑκατόγχειρ ἑκατόγχειρος, ὁ ἑκατόγχειρος. οὕτως οὖν καὶ ἡ μάρτυρος γενικὴ ἀναδραμοῦσα εἰς εὐθεῖαν ἐποίησε τὸ ὁ μάρτυρος, ἐξ οὗ πληθυντικὸν οἱ μάρτυροι. τινὲς δὲ τὸ μάρτυρός φασιν εὐθεῖαν