Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.19
Not analysed yet
ἐπὶ σεισμῶν ποτε γίνεται. καὶ γὰρ καὶ ἐνταῦθα ὁ καταλογισμὸς τῶν δύο συλλαβῶν εἰς μίαν συλλαβὴν δοκεῖ ποιῆσαι αὐτὰς συνιζῆσαι καὶ οἷον κατασμικρυνθῆναι καὶ στενοχωρηθῆναι ἐκ πλατυσμοῦ εἰς στενότητα. τὸ δὲ αὐτὸ καὶ συνεκφώνησις λέγεται, διότι τὰ τῶν δύο λέξεων φωνήεντα ἐν τῷ μετρεῖσθαι νοοῦνται οὐκέτι ὡς δύο, ἀλλ' ὥσπερ ἐὰν τῇ φωνῇ τοῦ ἑνὸς συνανεκράθη καὶ ἡ τοῦ ἑτέρου καὶ ὡς ἕν τι ἄμφω συνεξεφωνήθησαν. καὶ πάσχουσι τοῦτο φυσικῶς αἱ χασμῳδίαι ἤγουν αἱ τῶν φωνηέντων ἐπαλληλίαι καὶ συμπτώσεις. τάχιον γὰρ αὐτὰ καθ' ἑαυτὰ λεγόμενα ἐκφωνοῦνται ἤπερ μετὰ συμφώνων· καὶ δηλοῦσι τοῦτο φανερῶς καὶ οἱ δημοτικοὶ στίχοι οἱ τὸ παλαιὸν μὲν τροχαϊκῶς ποδιζόμενοι, καθὰ καὶ Αἰσχύλος ἐν Πέρσαις δηλοῖ, ἄρτι δὲ πολιτικοὶ ὀνομαζόμενοι. μέτρον μὲν γὰρ αὐτοῖς πεντεκαίδεκα συλλαβαί· οἱ δὲ πολλοὶ καὶ εἰς ἑπτακαίδεκα ἢ καὶ πλείονας αὐτούς ποτε παρεκτείνουσι συλλαβάς, αἵτινες, αἱ πλείονες δηλαδὴ τῶν πεντεκαίδεκα, εἰ μὲν μετὰ συμφώνων λαλοῦνται, γελῶνται ὡς ἄρρυθμοι καὶ σκώπτονται ὡς πολύποδες· εἰ δὲ μόνοις ἐκφωνοῦνται καθαροῖς φωνήεσι, λανθάνον τὸ πολύπουν ἔχουσι τῇ ταχείᾳ συνεκφωνήσει τῶν φωνηέντων καὶ σῴζεται ὁ τροχαϊκὸς ῥυθμός. Ἐνταῦθα δὲ σημείωσαι καὶ ὅτι ἐπίτηδες ὁ ποιητὴς ἐχασμῴδησε διὰ εὐρυστομίαν καὶ σεμνὸν ὄγκον φωνῆς, ὃς γίνεται μὲν καὶ ἄλλως, μάλιστα δὲ διὰ τῆς συνδρομῆς τοῦ ω καὶ α, ὡς δηλοῦσιν οἱ τεχνικοί. ἄλλως γάρ, εἰ μὴ τοῦτο ἐπραγματεύσατο, ἴσχυε τῆς χάσμης ἀπαλλαγεὶς ἀπαθῆ τὴν συνθήκην τοῦ στίχου τέλεον ποιῆσαι, εἰπών «Πηλείδου» ἤ «Πηληϊάδου Ἀχιλῆος». ἀλλ' οὐκ ἤθελε· πλεονάσας δὲ καθαροῖς φωνήεσιν ἐσέμνυνε καὶ τῇ χασμῳδίᾳ τὸ τοῦ νοήματος ὕψος ἤγουν τῷ ἐντεῦθεν ὄγκῳ τῆς φωνῆς. [ὡς δὲ καὶ ἀνειμένου εἴδους τὰ τοιαῦτά εἰσι, δηλοῖ ὁ γράψας τεχνικός, ὅτι χαίρει ἡ ἀνειμένη φράσις τῇ ἀλλεπαλληλίᾳ τῶν φωνηέντων, ὁποία τις ἐνταῦθα καὶ ἡ τῶν τεσσάρων ἄλφα μετὰ τῶν σὺν αὐτοῖς χάσμησις, στομφαστικὸν ὄγκον ἔχουσα, οὐ μὴν λειότατον, κατὰ τὴν τῶν πέντε ἄλφα ἐν τῷ «Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς». ἐκεῖνα γὰρ οὐ σεμνῶς βαίνουσιν, ἀλλὰ τροχάζουσιν. Ἀθηναῖοι δὲ προελόμενοι τοῦ «ὦ Δήμητερ» κοινοῦ ὄντος καὶ Ἀττικοῦ τὸ «ὦ Δάματερ» Δωρικόν, ὅτε τι θαυμαστικῶς λέγουσι, μαρτυροῦσι καὶ αὐτοὶ σεμνὰ τῇ φωνῇ τοῦ ἄλφα. εἰ δέ τινες τὴν χασμῳδίαν ἤτοι κεχηνυῖαν στίχου σύνδεσιν, μίαν εἶπον τῶν πέντε ἢ ἓξ κακιῶν τοῦ ἔπους, αἳ ἀλλαχόθι δηλοῦνται, οἷον «ἐκ μέν μ' ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσε» λεγέτωσαν ἐκεῖνοι τὸ αἴτιον.] Ὅτι δὲ συνεκφώνησις ἤτοι συνίζησίς ἐστιν, ὅταν δύο συλλαβαὶ σύμφωνον μεταξὺ μὴ ἔχουσαι ἀντὶ μιᾶς παραληφθῶσι. [διὸ καὶ εὖ εἴρηται ὅτι τὸ συνεκφω-