Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.183
Not analysed yet
Ὅτι ἐν τῷ «χειρί τέ μιν κατέρεξεν, ἔπος τ' ἔφατ' ἔκ τ' ὀνόμαζε» καταρέζειν ἐστὶ τὸ ῥέζειν ἤγουν ποιεῖν πρᾶγμα οἰκεῖον καὶ αὐτὸ τῇ χειρί· ὅπερ ἐστὶ καταψᾶν καὶ ἅπτεσθαι ἠρέμα κολακευτικῶς. Ἰστέον δὲ ὡς τὸ μὲν πράττειν ἀσυνθέτως λέγεται ῥέζειν, ὡς τὸ «τίς νύ σε τοιάδ' ἔρεξε;» καὶ «ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῇ». τὸ δ' αὐτὸ καὶ ἔρζω κατὰ μετάθεσιν, ἐξ οὗ τὸ «ἔρξον ὅπως ἐθέλεις». τὸ δὲ καταψᾶν συνθέτως καταρέζειν καὶ ἐν συγκοπῇ δέ ποτε καρρέζειν· ὅθεν τὸ καρρέζουσα ἐν τοῖς ἑξῆς ἐρεῖ ὁ ποιητής. διὸ καὶ οἴονταί τινες παρὰ τὴν κατα πρόθεσιν καὶ τὸ ἕζειν σὺν τῷ ῥα συνδέσμῳ γενέσθαι καταρέζειν, τὸ οἱονεὶ συγκαθίζειν λεαντικῶς τῇ καταψήσει τὰ ἐπανιστάμενα. κοινῶς δὲ κατέρεξε δι' ἑνὸς ρ εἴρηται, ὡς καὶ τὸ ἔρεξεν ἐν τῷ «τίς νύ σε τοιάδ' ἔρεξεν;» Ἀττικῶς γὰρ διὰ δύο ρ τὰ τοιαῦτα προφέρονται. Τὸ δὲ ἐξονόμαζεν οἱ μὲν ἀντὶ τοῦ ἐξ ὀνόματος ἐκάλει φασίν· ὅπερ ἐν πολλοῖς οὐκ ἀληθὲς εὑρεθήσεται, ὥσπερ οὐδὲ ἐνταῦθα· οὐ γὰρ Ἀχιλλέα προσφωνεῖ τὸν υἱὸν ἡ Θέτις ἐξ ὀνόματος, ἀλλά «τέκνον», φησί, «τί κλαίεις;» οἱ δὲ ἀκριβέστεροι ἀντὶ τοῦ «ἐλάλησεν» ἁπλῶς, ὡς εἶναι ἐκ παραλλήλου ταὐτὰ τό τε ἔφατο ἔπος καὶ τὸ ἐξωνόμαζεν, ὥσπερ καὶ ἐν τῇ ςʹ ῥαψῳδίᾳ φησί· «διαπέφραδε καί μοι ἔειπε»· καὶ ἐκεῖ γὰρ τὸ φράζειν καὶ τὸ εἰπεῖν τὸ αὐτὸ ἐκ παραλλήλου ἐστί. καὶ ἄλλως δὲ εἰπεῖν κατὰ τοὺς παλαιούς, ἐξονομάζειν ἐστὶ τὸ διεξοδικῶς λέγειν ἤτοι μὴ μετρίαις τισὶ λέξεσιν, ἀλλὰ λόγῳ χρᾶσθαι τῷ ἐξ ὀνομάτων πολλῶν συγκειμένῳ ἤτοι ἐκ λέξεων· ὄνομα γὰρ καὶ ῥῆμα παρὰ τοῖς ῥήτορσι πᾶσα λέξις ἐλέγετο. τὸ μέντοι ὀνομαστὶ καλεῖν ὀνομαίνειν καὶ ἐξονομαίνειν λέγεται, ὡς ἐν τοῖς ἑξῆς φανήσεται. (v. 362 s.) Ὅτι γεροντικόν τι πρόσωπον, εἰ ἀνακρίνει τινὰ νεώτερον, τί παθὼν πενθεῖ, καλῶς ἂν εἴποι τὸ «τέκνον, τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος; ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω». Ἰστέον δὲ ὅτι τὸ τὰ λυποῦντα ἐκτιθέναι εἰς διήγησιν κουφισμὸν ποιεῖται τῆς λύπης. διόπερ ἐνταῦθα ἡ Θέτις τὸν υἱὸν ἐρωτᾷ «τί κλαίεις» καὶ τὰ ἑξῆς, οὐχ' ἵνα μάθῃ, ὅπερ ἠγνόει· οἶδε γάρ, ὡς καὶ ὁ Ἀχιλλεὺς ἐρεῖ· ἀλλ' ἵνα κουφίσῃ τὴν ψυχὴν τῇ ἐκφορᾷ τοῦ βαρύνοντος. Κἀκεῖνο δὲ ἰστέον, ὡς παρ' ἡμῖν μὲν τὸ εἴδομεν