Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.184
Not analysed yet
ἐπὶ ἐνεστῶτος παντελῶς ἐστιν ἄχρηστον, παρὰ δέ γε τῷ ποιητῇ πολλαχοῦ εὐχρηστεῖται. κλίνει γὰρ αὐτὸ ὡς ἀπὸ τοῦ εἴδω εἴδεις θέματος ἀχρήστου ἡμῖν· ἡμεῖς γὰρ εἰδῶμέν φαμεν περισπωμένως, ὅπερ ταὐτόν ἐστι τῷ γνωσόμεθα. [Τὸ δέ «τί δέ σε φρένας ἵκετο πένθος;» οὐ πάνυ εὐσύντακτον ὂν ὅμοιόν ἐστι τῷ «περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε φύλλα τε καὶ φλοιόν», περὶ οὗ προγέγραπται. Τὸ δέ «ἐξαύδα» καὶ τὸ «μὴ κεῦθε νόῳ» τῆς αὐτῆς ἐννοίας εἰσί. δύναται δὲ τὸ τοιοῦτον ἐξαυδᾶν λεχθῆναι καὶ ἀνακαλύπτειν καὶ ἐκκαλύπτειν νοῦν.] (v. 365) Ὅτι ὥσπερ τὸ ἐπεί κατὰ πλεονασμὸν ἐπειῆ γέγονεν, οἷον «ἐπειῆ πολὺ φέρτερός ἐστιν», οὕτω καὶ τὸ τί τιή· οἷον «τιή τοι ταῦτα εἰδυίῃ ἀγορεύσω;» σημείωσαι δὲ ὅτι οἱ παλαιοὶ ἐν μὲν τῷ ἐπειῆ, καθὰ καὶ προείρηται, περισπῶσι τὸ η τῆς ληγούσης, ἐνταῦθα δὲ βαρύνουσιν ἐγκλίνοντες, ὡς ἐν τοῖς Ἀπίωνος καὶ Ἡροδώρου φέρεται. οἱ δὲ Ἀττικοὶ ὀξυτόνως λέγουσι τιή καὶ ὁτιή. [δῆλον δὲ ὡς ἐπέκτασίς τίς ἐστιν ἐν τοῖς τοιούτοις τὸ η, ἑτεροία μέντοι παρὰ τὴν ἐν τῷ νυνί καὶ τοῖς ὁμοίοις.] (v. 366 ss.) Ὅτι τὸ «ᾠχόμεθα ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος» καὶ ἑξῆς, ἱστορία ἐστὶ πρὸ τοῦ χόλου πάντως πραχθεῖσα τοῦ Ἀχιλλέως. εἰ γὰρ καὶ ἤρξατο ἐκ τῆς μήνιδος ὁ Ὅμηρος, ἀλλὰ μυρίας ὅσας τῶν πρὸ αὐτῆς ἱστορίας καὶ πράξεις Τρωϊκάς τε καὶ Ἑλληνικὰς τῇ ποιήσει παρενσπερεῖ, ὡς προείπομεν, μηδέν τι παραλείπων τῶν καιριωτέρων. ἱστορεῖ τοίνυν ἐνταῦθα, ὅτιπερ ἡ Χρυσηῒς οὐκ ἐκ τῆς Χρύσης πόλεως ᾐχμαλώτιστο, ὅπερ ἄν τις ὡς εἰκὸς ὑπολάβοι, ἀλλ' ἐκ τῆς ὑποπλακίου Θήβης, ἀποσταλεῖσα ἐκεῖ, φασί, παρὰ τοῦ πατρὸς Χρύσου ὡς εἴς τι κρησφύγετον ἐρυμνόν, κατὰ δέ τινας εἰς ἑορτὴν Ἀρτέμιδος ἐκεῖ ἀπελθοῦσα· ὁ μέντοι Ἀχιλλεὺς πολεμαρχῶν καὶ τὰ περὶ Φρυγίαν ληϊζόμενος καὶ ταύτην τὴν Θήβην εἷλε καὶ τὴν Χρυσηΐδα μετὰ τῶν ἄλλων ἠνδραποδίσατο. Περὶ δὲ τῆς Θήβης ταύτης καὶ ἐν τοῖς ἑξῆς ῥηθήσεται. νῦν δὲ τοῦτο ἰστέον, ὅτι τὴν παρὰ τῷ ποιητῇ ταύτην Θήβην πληθυντικῶς ἄλλοι Θήβας φασὶ καί εἰσι καὶ ἄλλα πολλὰ τοιαῦτα διφορούμενα κατ' ἀριθμόν· Ἀθήνην γὰρ τὴν πόλιν καὶ Ἀθήνας εὑρίσκομεν καὶ Κρήτην καὶ Κρήτας καὶ ἀκρωτήριον Μάλειαν Μαλείας καὶ ἄλλα διάφορα. Ἱστοροῦσι δέ τινες, ὅτι ἐκ τῶν ὑποπλακίων Θηβῶν ἡ Χρυσηῒς ἐλήφθη οὔτε καταφυγοῦσα ἐκεῖ οὔτ' ἐπὶ θυσίαν Ἀρτέμιδος ἐλθοῦσα, ὡς ὁ τὰ Κύπρια γράψας ἔφη, ἀλλὰ πολῖτις ἤτοι συμπολῖτις Ἀνδρομάχης οὖσα. ὁ δὲ Γεωγράφος λέγει καὶ ὅτι τὸ τῆς Θήβης πεδίον δι' ἀρετὴν περιμάχητον ἦν ποτε Μυσοῖς καὶ Λυδοῖς, ὕστερον