Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.185
Not analysed yet
δὲ τοῖς ἐξ Αἰολίδος καὶ Λέσβου Ἕλλησι, καὶ ὅτι ὕστερον ἔρημος καὶ ἡ Θήβη καὶ ἡ Λυρνησσὸς διέχουσα Ἀδραμυττείου σταδίους, ἡ μὲν ἑξήκοντα, ἡ δὲ ὀγδοήκοντα. Ἱερὰ δὲ οὐ μόνον ἡ ῥηθεῖσα Θήβη, ἀλλὰ καὶ πᾶσα πόλις, ὡς φυλακτικὴ τῶν ἐντός, ὅπερ θεῖον τῷ ὄντι ἐστίν. ὅθεν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς καὶ τοὺς νύκτωρ φυλάσσοντας τὸ στρατόπεδον καὶ ὑπεραγρυπνοῦντας τῶν ἄλλων ἱερὸν τέλος φυλάκων φησί· καὶ ἱερὰ δέ που λέγει τείχεα καὶ ἐν Ὀδυσσείᾳ δὲ ἱερὸν Τροίης πτολίεθρον. [οἱ δὲ μεθ' Ὅμηρον καὶ εἰς ἱερόσυλον ἀποτάσσουσι πολίτην ἐκεῖνον, ὃς καθέλῃ χάριν οἰκείαν τεῖχος πόλεως.] Πόλιν δὲ Ἠετίωνος τὴν Θήβην λέγει, τοῦ πατρὸς Ἀνδρομάχης τῆς γυναικὸς Ἕκτορος, ὡς τοῦ Ἠετίωνος εἰ καὶ μὴ οἰκιστοῦ, ἀλλ' ὅμως βασιλέως ἐν αὐτῇ ὄντος· τοῦ γὰρ κρατοῦντος, φασίν, ἡ πόλις νομίζεται. Κίλικες δέ, ὡς καὶ προεγράφη, οἱ περὶ τὴν τοιαύτην Θήβην ἐλέγοντο, ὧν ἦρχεν Ἠετίων ἀπὸ ἀετοῦ αὐτὸς παρονομαζόμενος. τῶν δὲ ῥηθέντων Κιλίκων ἔνδοξος ἀποικία λέγεται. ἱστορεῖται γὰρ ὅτι οἱ κατὰ Παμφυλίαν Κίλικες ἀπὸ τῶν πρὸς τῇ Ἴδῃ ᾠκίσθησαν. αὐτοὶ δὲ πόθεν ἐκλήθησαν, προγέγραπται. Ὅτι δὲ Θῆβαι ἦσαν πολλαί, ἀλλαχοῦ εἴρηται. Τὸ δέ «ᾠχόμεθα ἐς Θήβην» ἁπλῶς εἴληπται ἀντὶ τοῦ ἤλθομεν. λαμβάνεται δέ ποτε ἡ λέξις καὶ ἐπὶ τῶν ἀφανῶν γενομένων, οἷον· ὁ δεῖνα ποιήσας τόδε τι ᾤχετο· ἀλλὰ καὶ ἐπὶ θανάτου, οἷον· πρὸ ὥρας ᾤχετο· ἐξ οὗ καὶ οἰχόμενος καὶ ἀποιχόμενος ὁ θανών. (v. 367) Ὅτι ἐν τῷ «τὴν δὲ διεπράθομεν καὶ ἤγομεν ἐνθάδε πάντα» κοινῶς ἄγειν λέγει ἐπί τε ἐμψύχων καὶ μὴ τοιούτων. καὶ παράγεται ἀπὸ τοῦ τοιούτου ῥήματος καὶ ἡ ἀπαγωγὴ ἐπὶ αἰχμαλωσίας. (v. 368) Κεῖται δὲ ἐνταῦθα καὶ τὸ εὖ ἐπὶ ἀρετῆς ἐν τῷ «καὶ τὰ μὲν εὖ δάσαντο» τουτέστι κατὰ δικαιοσύνην καὶ ἰσότητα διεμοιράσαντο [»μετὰ σφίσιν», ὅ ἐστιν ἐν αὐτοῖς. τοῦτο δὲ ἔν τισι τῶν ἀντιγράφων «μετά σφισιν» ἐγκλιτικῶς γράφεται.] (v. 369) Ὅτι ἐξελεῖν καὶ ἐξελέσθαι παρὰ τῷ ποιητῇ τὸ ἐπιλέξασθαι καὶ δοῦναί τι ὡς ἐξαίρετον· αἱρεῖν γὰρ καὶ ἑλεῖν ἐπὶ τῆς αὐτῆς ἐννοίας λαμβάνονται· ὅθεν καὶ συνθέτως ἐξαιρεῖν καὶ ἐξελεῖν ταὐτὰ νοοῦνται καί, εἴπερ ἦν ἐν χρήσει, ὥσπερ τὸ ἐξαίρετον, οὕτω καὶ τὸ ἐξέλετον, οὐκ ἂν ἦν ἔξω ἀναλογίας ἡ παραγωγή. νῦν δὲ τὸ μὲν ἐξέλετον ἄχρηστόν ἐστι, τὸ δὲ ἐξελεῖν ἔστι παρὰ τῷ ποιητῇ, καθ'