Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.20
Not analysed yet
νούμενον τὰς δύο συλλαβὰς μίαν ἐν τῷ μέτρῳ ποιεῖ.] καὶ ὅτι πολλαχῶς ἡ συνίζησις ἤγουν συνεκφώνησις γίνεται, διέλαβον οἱ τῆς γραμματικῆς ἐξηγηταί. ἢ γὰρ δύο φωνήεντα χρόνου ὁμοίου ἀντὶ ἑνὸς παραλαμβάνονται, οἷον δύο μακρὰ ἀντὶ μιᾶς μακρᾶς συλλαβῆς καὶ δύο βραχέα πάλιν ἀντὶ μιᾶς μακρᾶς ἢ καὶ ἀντὶ μιᾶς βραχείας, ἢ δύο ἀνόμοια, οἷον μακρὸν καὶ βραχὺ ἀντὶ ἑνός· καὶ κοινὴ δέ ποτε συλλαβή, ἵνα μὴ πλείω λέγωμεν, μετὰ ἑτέρου φωνήεντος συνίζησιν ποιεῖ, ὡς καὶ ἐνταῦθα ἐν τῷ Πηληϊάδεω τὸ ω οὔτε μακρὸν ἀναντιρρήτως ἐστίν, ἀλλ' οὐδὲ μὲν βραχύ. κοινὴν δὲ συλλαβὴν αὐτό φασιν οἱ γραμματικοί, ὅπερ συνεκφωνηθὲν καὶ συνιζῆσαν τῷ πρὸ αὐτοῦ βραχεῖ φωνήεντι ἐλογίσθη σὺν ἐκείνῳ ἀντὶ μιᾶς μακρᾶς. παραδείγματα δὲ τῶν εἰρημένων τρόπων τῆς συνιζήσεως μυρία χορηγοῦσιν οἱ ποιηταί, μόνου δὲ τοῦ τὰς δύο βραχείας ἀντὶ μιᾶς νοεῖσθαι ὀλίγα εἰσὶ τὰ παραδείγματα. προφέρεται γοῦν ἓν μὲν τοῦ Σωτάδα ἐν τῷ «σείων μελίην Πηλιάδα δεξιὸν κατ' ὦμον», ὃ καὶ παρὰ τῷ Ἑρμογένει κεῖται. τὸ γὰρ λι καὶ τὸ α ὡς μία λογίζονται βραχεῖα συλλαβὴ πρὸς ἀπαρτισμὸν ποδὸς τοῦ ἀπὸ μείζονος Ἰωνικοῦ. ἕτερον δὲ παράδειγμα ὅμοιον ἐκ Πραξίλλης ἐν τῷ «ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν». τὸ γὰρ τε καὶ τὸ ον δύο αὗται βραχεῖαι συλλαβαὶ ἀντὶ μιᾶς βραχείας ἐλήφθησαν. εἰ δὲ καλῶς ἐπόδισάν τινες καὶ τὸ ληϊάδε, ὡς προείρηται, ἰδοὺ καὶ τοῦτο τέως τρίτον παράδειγμα. [τοιαῦτα δὲ παρ' Ὁμήρῳ καὶ τὸ «ἀστέρι ὀπωρινῷ ἐναλίγκιος» καὶ τὸ «χαῖρε δὲ τῷ ὄρνιθι Ὀδυσσεύς».] δῆλον δὲ καὶ ὅτι ἡ κατὰ κοινὴν συλλαβὴν συνίζησις ἢ μακρά ἐστιν, ὡς ἐν τῷ «δεω Ἀχιλῆος», ἢ συνέσταλται, ὡς ἐν τῷ «χρυσέῳ ἀνὰ σκήπτρῳ» καὶ «δενδρέῳ ἐφεζόμενοι». [περὶ δὲ συνιζήσεως καὶ μετ' ὀλίγα εἰρήσεται. Ἰστέον δὲ ὡς τριῶν ὄντων στιχηρῶν ἐκ πλεονασμοῦ παθῶν, τοῦ μακροκεφάλου εἴτ' οὖν προκεφάλου, τοῦ προκοιλίου, καὶ τοῦ μακροσκελοῦς ἤτοι δολιχούρου, ὁ τῆς Ἰλιάδος πρῶτος στίχος πάθους ἐστὶ προκοιλίου, ῥηθέντος οὕτω ἐκ μεταφορᾶς προγαστόρων ζῴων, οἷα πλεοναζούσης ἐν μέσῳ τῶν τοιούτων στίχων μιᾶς συλλαβῆς ἐξογκούσης τρόπον τινὰ κοιλίας δίκην τὴν τοῦ ἔπους μεσότητα.] Ὅτι τὸ Πηληϊάδεω λέξις ἐστὶν Ἰωνική. τὸ μὲν γὰρ κοινὸν ἔχει οὕτως· Πηλεὺς Πηλέος, ὅθεν Πηλεΐδης πατρωνυμικῶς ὁ τοῦ Πηλέως υἱὸς καὶ κλίνεται Πηλεΐδου. τὸ δὲ Ἰωνικὸν παράγεται οὕτως· Πηλεύς Πηλῆος, ὥσπερ Ἀχιλλεύς Ἀχιλλῆος, Ὀδυσσεύς Ὀδυσσῆος, βασιλεύς