Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.3
Not analysed yet
Λείπεται δὴ ἡμῖν, ἐπεὶ ἀποπέφανται μὴ γελοῖος εἶναι πάντῃ ὁ πονησάμενος περὶ τὴν Ὁμήρου ποίησιν, γενέσθαι οὗ ἐσκοπήσαμεν καὶ μὴ ἐπὶ πλέον συνιστᾶν τὸν ποιητήν, ἀλλὰ ποιεῖν ὅπερ εἰς αὐτὸν οὐ πρὸς μεγιστάνων τινῶν ἐπετάχθημεν, ὁποῖά τινα πλάττονται οἱ κομψοί, ἀλλὰ πρὸς φίλων ὁμιλητῶν, οἷς ὑπολήψεώς τι χρηστῆς περὶ ἡμῶν ὕπεστιν. ἦν δὲ τὸ φιλικὸν θέλημα διὰ τῆς Ἰλιάδος ἐλθεῖν καὶ ἐκπορίσασθαι τὰ χρήσιμα τῷ διεξοδεύοντι, οὐ λέγω ἀνδρὶ λογίῳ, ἐκεῖνον γὰρ οὐδὲν ἂν τῶν τοιούτων εἰκὸς λανθάνειν, ἀλλὰ νέῳ ἄρτι μανθάνοντι· τυχὸν δὲ καὶ μαθόντι μέν, δεομένῳ δὲ ἀναμνήσεως. καὶ δὴ γίνεται τοῦτο· καὶ τὰ χρήσιμα κατὰ ἀκολουθίαν εὐσυνθέτως ἐκλέγονται, οὐχ' ὥστε μέντοι τὰ πάντων ἐνταῦθα εἶναι τῶν πονησαμένων εἰς τὸν ποιητήν, (τοῦτο γὰρ καὶ μόχθος μάταιος καὶ περιττὸς καὶ οὐδὲ ῥᾷον ἀνύσιμος,) ἀλλ' ὥστε τὸν γινώσκειν ἐθέλοντα εὑρίσκειν κατὰ τόπον εὐτάκτως τὰ μὴ παρέλκοντα, οἷον· ἐννοίας εὐχρήστους τῷ καταλογάδην γράφοντι καὶ βουλομένῳ ῥητορικὰς ποιεῖν εὐκαίρως παραπλοκάς· μεθόδους, ἐξ ὧν καὶ ὠφελεῖταί τις μιμεῖσθαι θέλων καὶ τῆς εὐτεχνίας θαυμάζει τὸν ποιητήν· λέξεις, τὰς πλείους μὲν ὡς πεζῷ λόγῳ προσηκούσας, πολλάκις δὲ καὶ σκληρὰς καὶ τραχείας καὶ ποιητικάς, ἃς εἰ μὴ ἀναπτύξει τις ἐτυμολογικώτερον, οὐκ εὔγνωστον ἔσται τὸ χωρίον, ὃ παρεκβέβληται· γνώμας, αἷς καὶ αὐταῖς πολλαχοῦ ἡ Ὁμηρικὴ σεμνύνεται ποίησις· ἱστορίας, οὐ μόνον αἷς ὁ ποιητὴς χρᾶται κατὰ κανόνα οἰκεῖον, ἀλλ' ἔστιν ὅπου καὶ πλατύτερον, ὡς ἐξ ὧν ἱστόρησαν ἕτεροι· ἔτι δὲ μύθους, τοὺς μὲν ἀκράτους καὶ ἀθεραπεύτους καὶ κατὰ μόνον θεωρουμένους τὸ προφερόμενον, τοὺς δὲ καὶ μετὰ θεραπείας ἀλληγορικῆς εἴτε καὶ ἀναγωγικῆς· καὶ ἕτερα μυρία καλὰ εἰς βίον χρήσιμα· καὶ ταῦτα οὐ μόνον συντόμως, ἀλλὰ καὶ ποικίλως. ὥστε εἴ τις ἀφθονήτως τὸ πᾶν περιελθὼν τοῦτο πόνημα εἴποι ἐπιεικέστερον, ὡς οὐκ ἀνωφελὲς πάντῃ ἐστὶ τὸ ἐγχείρημα, οἶμαι, οὐ ψεύσεται. νέων γὰρ ἀγωγὴ καὶ διατριβὴ ἀναγνώσεως συντελοῦσα εἰς τὴν Ὁμηρικὴν Ἰλιάδα, καλὴ ἂν καὶ αὕτη γένοιτο, εἴτε κατὰ μόνας τις ἀπολαβὼν τὸ παρὸν ἔργον αὐτὸ καθ' αὑτὸ θεωροίη εἴτε καὶ τὴν Ἰλιάδα χειριζόμενος σκέπτεσθαι τὴν ἐργασίαν ταύτην βούλεται, εἴ τί που ἐν χρῷ ἐκείνης παράπτεται. πρὸς δὲ τοῖς ἄλλοις οὐδὲ ἐκτέταται τὸ προκείμενον ἔργον εἰς ἓν ὕφος καὶ σῶμα κατὰ συνέχειαν ἀδιάστατον, ἵνα τῷ ἀδιακόπῳ ἀποκναίῃ τὸν ἐντυγχάνοντα καὶ δυσεύρετον ἔχῃ τὸ κατάλυμα, ἀλλ' ἕκαστον τῶν χρησίμων καθ' αὑτὸ ἰδίᾳ κεῖται καὶ περατωθέντος αὐτοῦ μετάβασις ὡς ἐξ ὑπαρχῆς ἐπὶ ἕτερον γίνεται. καὶ οὕτως ὁ διὰ τοῦ συγγράμματος τούτου ἐρχόμενος συχνὰ οἷον καταλύων ἀναπαύεται. ὁποῖόν τι καὶ ἐν τοῖς εἰς τὸν Περιηγητὴν ἡμῖν γέγονε καὶ εἰς τὴν Ὀδύσσειαν δέ. καὶ ἐκεῖ γὰρ ὁμοίως τὸ ἔργον μεθώδευται παρεκβαλοῦσι τὰ εὔχρηστα ὡς ἐν ἐκλογῇ κατὰ ἀκολουθίαν εὐσύνθετον, οὐ μὴν πλατεῖαν ποιησαμένοις αὐτὸ τοῦτο