Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.21
Not analysed yet
βασιλῆος, καὶ ἄλλα μυρία. Ὅτι δὲ καὶ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ ι δὲ μόνου τὰ τοιαῦτα ἐγράφοντό ποτε, καὶ ἐν τοῖς τοῦ Περιηγητοῦ σαφέστερον εἴρηται. καὶ οὕτω μὲν τὸ Ἰωνικόν, Πηλεύς Πηλῆος· τούτου δὲ τὸ πατρωνυμικὸν Πηληΐδης καὶ πλεονασμῷ τοῦ α Πηληϊάδης, οὗ ἡ γενικὴ κατὰ Ἴωνας Πηληϊάδεω. ἔστι γὰρ παρατήρησις παλαιὰ τοιαύτη· τὰ εἰς ας καὶ εἰς ης ὀνόματα ἰσοσυλλάβως κλινόμενα κοινῶς μὲν καὶ Ἀττικῶς εἰς ου ἔχει τὴν γενικήν· οἷον, Αἰνείας Αἰνείου, Πηλείδης Πηλείδου, Ἀτρείδης Ἀτρείδου· Δωρικῶς δὲ εἰς α μακρὸν περαίνει τὴν γενικήν· οἷον, τοῦ Αἰνεία, τοῦ Πηλείδα, τοῦ Ἀτρείδα· Ἰωνικῶς δὲ διὰ τοῦ εω· Αἰνείεω, Πηλείδεω, Ἀτρείδεω· Βοιωτικῶς δὲ διὰ τοῦ αο· οἷον Αἰνείαο, Πηλείδαο, Ἀτρείδαο, μακρᾶς ἐξ ἅπαντος οὔσης τῆς παραληγούσης. Ἰστέον γὰρ ὅτι αἱ οὕτω χασμώμεναι, ὡς ἐν διαλύσει, γενικαὶ οὐδέποτε τὴν παραλήγουσαν ἰσόχρονον ἔχουσι τῇ ληγούσῃ, ἀλλὰ ἀνομοίαν ἀεί. καὶ ἐὰν μὲν ἡ λήγουσα μακρὰ εἴη, βραχεῖά ἐστιν ἡ παραλήγουσα, ὡς ἐπὶ τοῦ Αἰνείεω, Πηλείδεω, Ἑρμείεω. ἐὰν δὲ τὸ λῆγον βραχύνηται, μακρὸν ἔσται τὸ παραλῆγον, ὡς ἐν τῷ Αἰνείαο, Ἑρμείαο, Πηλείδαο. οὕτω καὶ τὸ Πριάμοιο, δένδροιο καὶ τὰ τοιαῦτα Θετταλικὰ ὄντα κατά τινας ἀνομοιόχρονον ἔχει τῇ παραληγούσῃ τὴν λήγουσαν. διὸ καὶ τὸ ἐμέο καὶ σέο καὶ ἕο ἀναλογώτερον ἔχει προσλαβόντα τὸ ι ἐν τῇ παραληγούσῃ καὶ γενόμενα ἐμεῖο καὶ σεῖο καὶ εἷο καὶ ἀνομοίαν ποιήσαντα τῇ ληγούσῃ τὴν παραλήγουσαν. Ἰστέον δὲ καὶ ὅτι οὐκ ἀεὶ τὸ α ποιητικῶς πλεονάζει ἐν τοῖς διὰ τοῦ ιδης πατρωνυμικοῖς, ἀλλὰ μόνον ἐξ ἀνάγκης, ὅτε πρὸ τοῦ ι μακρά ἐστι συλλαβή· οἷον Τελαμωνίδης Τελαμωνιάδης, Νηληΐδης Νηληϊάδης. οὕτως οὖν καὶ Πηληΐδης Πηληϊάδης. εἰ γὰρ μὴ πλεονάσει ἐν τοῖς τοιούτοις τὸ α καὶ οὕτως ἀπαρτισθῇ δάκτυλος, οὐ συντελοῦσιν εἰς μέτρον ἡρωϊκὸν διὰ τὸ καταπεραιοῦν εἰς πόδα ἀμφίμακρον. ἀμέλει ἐν τῷ Ἀτρείδης καὶ Πηλείδης οὐ πλεονάζει τὸ α· οὐ χρεία γάρ. καὶ οὕτω μὲν ἐν τούτοις φανερῶς πλεονάζει τὸ α. δῆλος δέ ἐστι κατὰ τοὺς παλαιοὺς ὁ πλεονασμὸς ἀπὸ τοῦ μέτρου τῶν συλλαβῶν. Τὰ γὰρ εἰς δης ἀπαθῆ πατρωνυμικά, μήτε συγκοπὴν παθόντα ἢ συναίρεσιν μήτε πλεονασμόν, μιᾷ συλλαβῇ πλεονάζει τῆς γεννήτορος πρωτοτύπου γενικῆς, ἀφ' ἧς ἡ πατρωνυμία γίνεται· οἷον ἡ Πριάμου γενικὴ ἐν τρισὶ συλλαβαῖς ἐστι, Πριαμίδης ἐν τέτρασιν. ὁμοίως καὶ Νέστορος Νεστορίδης, Λητόος Λητοΐδης, Ἕκτορος Ἑκτορίδης, Ἀτρέος Ἀτρεΐδης παρὰ Πινδάρῳ. τὸ δ' αὐτὸ καὶ ἐπὶ πάντων τῶν ἀπαθῶν πατρωνυμικῶν. οὕτως οὖν καὶ Πηλεύς Πηλῆος Πηληΐδης, Μηκιστεύς Μηκιστῆος Μηκιστηΐδης. εἴπομεν μὴ συγκοπὴν