Ancient Greek · ~5 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.209
Not analysed yet
ὥστε ὀβολοὶ ἓξ τὴν δράκα ἐπλήρουν καὶ τοῦτο ἐλέγετο δραχμή, ὀβολῶν τοιούτων ἑξάς, ὅσων ἐπιδεδράχθαι δύναται χείρ. οἱ δὲ τοιοῦτοι, ὡς εἰκός, ὀβολοὶ χρόνῳ τοῦ ὕψους ὑποσπώμενοι καὶ κατὰ μικρὸν ὑποκαταβαίνοντες τοὺς ὕστερον ταπεινοὺς καὶ πετηλώδεις καί, ὡς ἄν τις ἐρεῖ, ἐπιπέδους ἐποίησαν ὀβολοὺς τοὺς λεγομένους φόλλεις. Ἀπὸ δὲ τοῦ Ὁμηρικοῦ ὀβελοῦ καὶ τὸ γραφικὸν σημεῖον μετήνεκται ὁ ὀβελός, ὅς ἐστι γραμμή τις εὐθεῖα προτιθεμένη μὲν στίχων ἤτοι ὀρδίνων ἔξω, ἀπαιτοῦσα δὲ τὸν θεατὴν δοκεῖν, ὅτι ῥυεῖσα ἐπέπεσε τοῖς γράμμασιν, ὥσπερ ὀβελὸς μέλας ἀπὸ σιδήρου, καὶ ἠμαύρωσεν αὐτά. ὃ καὶ λέγεται μεταφορικῶς ὀβελίζειν. [Ἰστέον δὲ ὅτι τὴν τῶν σπλάγχνων οἰκονομίαν ἐν ἄλλοις οὕτω φράζει ὁ ποιητής· «σπλάγχνα δ' ἂρ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο».] (v. 467) Ὅτι πόνος παρὰ τῷ ποιητῇ ἡ ἐνέργεια, ὡς καὶ ἐν τῷ «αὐτὰρ ἐπεὶ ἐπαύσαντο πόνου», ὅπερ ἐφερμηνεύων φησί· «τετύκοντό τε δαῖτα». οἱονεὶ γάρ φησιν, ὅτι πόνος νῦν ἡ ἑτοιμασία τῆς δαιτός. τίθησι δέ ποτε τὴν λέξιν καὶ ἐπὶ κακοπαθείας. Τὸ δὲ τετύκοντο οὕτω γίνεται. ἔστι ῥῆμα τεύχω δηλοῦν τὸ κατασκευάζω· οὗ κινηθέντος εἰς δεύτερον ἀόριστον γίνεται τὸ ἔτυχον καὶ Ἰωνικῶς ἔτυκον—ἐξ οὗ καὶ τυκίζω τὸ κτίζω καὶ τυκίον ἐργαλεῖον οἰκοδομικόν—καὶ ἐκ τούτου μέσος ἀόριστος Ἰωνικὸς τετυκόμην, οὗ τὸ τρίτον πληθυντικὸν τετύκοντο ἀντὶ τοῦ ἐποίησαν, κατεσκεύασαν. (v. 468 s.) Ὅτι ἀνοίκειον ἐλευθέροις μέχρι κόρου ἐσθίειν καί, ὡς οἱ παλαιοί φασι, δουλοπρεπές.