Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.210
Not analysed yet
τὰ γοῦν σεμνὰ πρόσωπα ὁ ποιητὴς ἐσθίειν φησίν, ἕως οὐκέτι «θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης» καὶ ἕως «πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο» ἤγουν ἕως ἐξεπλήρωσαν τὴν τοῦ φαγεῖν καὶ πιεῖν ἔφεσιν. ἐξέντο γὰρ τὸ ἐξεπλήρωσαν παρὰ τὸ ἕω τὸ πληρῶ, ἐξ οὗ καὶ τὸ ὅλος. ἀφ' οὗ παράγωγον ἕημι, οὗ δεύτερος ἀόριστος ἧν, ὁ μέσος ἥμην, τρίτον πληθυντικὸν ἧντο καὶ Ἰωνικῶς ἕντο. ἀπὸ δὲ τοῦ τοιούτου ἕημι καὶ τὸ «ἐξ ἔρον εἷναι» παρὰ τῷ ποιητῇ ἐν τοῖς ἑξῆς ἀντὶ τοῦ ἐκπλῆσαι τὸν ἔρον δασυνομένης καὶ ἐκεῖ τῆς ἀρχούσης τοῦ εἷναι. ἐξ αὐτοῦ δὲ καὶ τὸ «ἐπεί χ' ἑῶμεν πολέμοιο» ἀντὶ τοῦ ἐπειδὰν πληρωθῶμεν καὶ κορεσθῶμεν μάχης. Τὸ δὲ ἔρον Αἰολικόν ἐστι καὶ εὕρηται αὐτοῦ εὐθεῖα παρὰ τῷ ποιητῇ καὶ παρὰ τῷ Ἡσιόδῳ δὲ ἐν τῇ Θεογονίᾳ· κεῖται δὲ καὶ παρὰ Κοΐντῳ ἐν τῷ «πολέμου δ' ἔρος ἔμπεσε θυμῷ». τὸ δὲ λέγειν ὅτι διαφορά τίς ἐστι τοῦ ἔρος τοῦ γραφομένου διὰ τοῦ ο μικροῦ καὶ τοῦ διὰ τοῦ ω μεγάλου, ὅτι τὸ μὲν ἐπὶ τῆς πάντων τῶν ἄλλων ἐφέσεως λέγεται, τὸ δὲ διὰ τοῦ ω μεγάλου ἐπὶ τῶν κατὰ τὴν Ἀφροδίτην ἐρώτων, οὐκ ἀποδέχονται οἱ παλαιοί, οἷα τὸν ποιητὴν εὑρίσκοντες ἐν τῷ «οὐ γάρ πώ ποτέ με θεᾶς ἔρος οὐδὲ γυναικός», σμικρύνοντα μὲν τὴν λέξιν, τιθέντα δὲ αὐτὴν ἐπὶ σωματικοῦ ἔρωτος. ἐκεῖνο οὖν μᾶλλον ῥητέον, ὅτι Αἰολικὸν μὲν τὸ διὰ τοῦ ο μικροῦ, Ἀττικὸν δὲ καὶ Ὁμήρου ὕστερον τὸ διὰ τοῦ ω μεγάλου κατὰ ἔκτασιν ἀπὸ τούτου γενόμενον, ὡς καὶ ὁ παρ' Ὁμήρῳ κάλος ἤγουν σχοῖνος ἐκταθεὶς παρὰ Ἀττικοῖς τοὺς κάλωας ἔκλινεν. εὕρηται δὲ καὶ ὁ λαγός συστέλλων τὴν λήγουσαν, ὡς δηλοῖ καὶ ὁ Ἀθήναιος. καὶ τὸ γελοῖον δὲ τοιοῦτόν τι εἰς τὸν γέλων παραδηλοῖ· ἀπὸ γὰρ τοῦ γέλως γέλωτος γελῷον ὤφειλεν εἶναι, τὸ δὲ γελοῖον ἀπὸ συστολῆς γενέσθαι φαίνεται, ὡς τὸ ἄλλος ἀλλοῖος καὶ τὰ ὅμοια. Ἰστέον δὲ ὅτι τὴν πόσιν ἐνταῦθα τῆς ἐδητύος προέθετο, τάχα μὲν καὶ ἐκ τοῦ παρατυχόντος, ἴσως δὲ καὶ ὅτι βιαιότερον ἡ δίψα τῆς πείνης. διὸ καὶ τὸ τοῦ ἀναγκαίου θεραπευτικὸν τὴν πόσιν τῆς ἐδητύος προέθετο. [Θέμα δὲ τῆς ἐδητύος οὐ τὸ ἐδῶ ἐδέσω, ἐξ οὗ τὸ ἐδεστόν, ἀλλὰ τὸ ἐδῶ ἐδήσω ἄχρηστον. ὅθεν ἴσως καὶ ἡ ἐδηδοκώς μετοχὴ ἐπενθέσει τῆς δο συλλαβῆς, ὡς ὑπεμφαίνει καὶ τὸ «λέων κατὰ ταῦρον ἐδηδώς». ἐκεῖνο δὲ μέσος Ἀττικός ἐστι παρακείμενος τοῦ