Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.22
Not analysed yet
παθόντα ἢ συναίρεσιν διά τε τὸ Ἀνθεμίωνος Ἀνθεμίδης, Δευκαλίωνος Δευκαλίδης. ταῦτα γὰρ ἐπειδὴ συνεκόπη ἐκ τοῦ Ἀνθεμιωνίδης, Δευκαλιωνίδης, οὐ πλεονάζει, ἀλλὰ ἐλλείπει μιᾷ συλλαβῇ τῆς τοῦ πρωτοτύπου γενικῆς. καὶ διὰ τὸ Ἀτρείδης, Πηλείδης καὶ τὰ τοιαῦτα. ταῦτα γὰρ στενοχωρηθέντα τῇ συναιρέσει Ἀτρείδης, Πηλείδης, ἰσοσυλλαβεῖ τῇ πρωτοτύπῳ τρισυλλάβῳ γενικῇ. εἴπομεν μήτε παθόντα πλεονασμὸν διὰ τὸ Τελαμωνιάδης [καὶ τὰ κατ' αὐτό, ἐν οἷς καὶ ὁ Χαλκωδοντιάδης καὶ ὁ Λαομεδοντιάδης καὶ ὁ Φηρητιάδης.] ταῦτα γὰρ ἐξ ἐμπτώσεως πλεονάσαντος τοῦ α δυσὶ συλλαβαῖς ὑπερέχει τῆς τοῦ Τελαμῶνος γενικῆς. οὐκοῦν οὕτω καὶ τὸ Πηληϊάδης καὶ Μηκιστηϊάδης οὐκ ἀναγκαίως ἔχει τὸ α, ἀλλ' ἐκ πλεονασμοῦ αὐτὸ προσεφύη εἰς δακτύλου ἀναπλήρωσιν. εἰσὶ δέ τινα εἰς δης πατρωνυμικὰ φύσει τὸ α ἔχοντα ἐν τῇ παραληγούσῃ, οἷον τὰ ἐκ τῶν διὰ τοῦ ιος κυρίων ὀνομάτων· [Ταλθύβιος Ταλθυβιάδης· οὗ παρώνυμοι οἱ παρ' Ἡροδότῳ Ταλθυβιάδαι· Ἀτύμνιος Ἀτυμνιάδης ὁ ἐν τῇ εʹ ῥαψῳδίᾳ· Ἥλιος Ἡλιάδης, Κλύτιος Κλυτιάδης, Μενοίτιος Μενοιτιάδης], Λαέρτιος Λαερτίου Λαερτιάδης· διφορεῖται γὰρ τοῦτο, καὶ οὐ μόνον Λαέρτης λέγεται, ἀλλὰ καὶ Λαέρτιος, ὡς δηλοῖ καὶ Σοφοκλῆς· Θέστιος Θεστίου Θεστιάδης, Ἀλέξιος Ἀλεξίου Ἀλεξιάδης, Δέξιος Δεξίου Δεξιάδης, Φήμιος Φημιάδης, Ὀΐλιος κατὰ τὸν τεχνικὸν Γεώργιον Ὀϊλιάδης· [οὐ γάρ ἐστι, φησίν, ἀπὸ τοῦ Ὀϊλεύς· ἦν γὰρ ἂν Ὀϊλείδης διὰ διφθόγγου·] Ἀσκληπιὸς Ἀσκληπίου Ἀσκληπιάδης καὶ τὰ ὅμοια. ἐν τούτοις γὰρ ἡ καθαρὰ λήγουσα τῆς γενικῆς οὐ τρέπεται εἰς ι ὡς ἐν τῷ Ὁμήρου Ὁμηρίδης, Πριάμου Πριαμίδης, ἀλλὰ εἰς α καθαρόν. ὁμοίως διὰ τοῦ αδης πατρωνυμοῦνται καὶ τὰ εἰς ης κύρια, εἰς ου ἔχοντα τὴν γενικήν· οἷον, Ἱππότης Ἱππότου Ἱπποτάδης, [Βούτης Βούτου Βουτάδης, ἐξ οὗ γένος οὐκ ἀνώνυμον οἱ Ἐτεοβουτάδαι, ὧν ἡ σύνθεσις κατὰ τοὺς Ἐτεόκρητας· ἦν δέ, φασί, Βούτης υἱὸς Ποσειδῶνος, ὡς Ἡσίοδος ἐν Καταλόγῳ.] ὡσαύτως καὶ τὰ εἰς ας ἰσοσυλλάβως κλινόμενα, οἷον, ῎Υρρας κύριον Αἰολικόν· διὸ καὶ ψιλοῦται· ἀφ' οὗ πατρωνυμικὸν ᾿Υρράδης, ὅπερ οἱ Αἰολεῖς ᾿Υρράδιος λέγουσι. Πελίας Πελιάδης, [Ἀλεύας Ἀλευάδης, ἀφ' οὗ εὐγενὲς φῦλον οἱ Ἀλευάδαι· Κέας Κεάδης, ὁ ἐν τῇ Ὁμηρικῇ Βοιωτίᾳ· Αἰνείας Αἰνειάδης, ὁ καὶ Αἰνέας