Ancient Greek · ~8 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.211
Not analysed yet
ἔδω. ὡς δὲ ἐΐση δαίς ἡ κατὰ ἰσότητα ἢ διὰ παντὸς ἰοῦσα τοῦ σώματος πλεονασμῷ τοῦ ε καὶ ὡς καὶ νηός ἐστιν ἡ τοιαύτη λέξις ἐπίθετον, οὐ κεῖται εἰς ἀμάρτυρον.] (v. 470) Ὅτι τὸ τοὺς κρατῆρας ἐπιστέψασθαι ποτοῖο τὸ ἐπιχειλεῖς ποιῆσαι αὐτοὺς καὶ μέχρι στεφάνης, ὅ ἐστι χείλους, πληρῶσαι δηλοῖ. ὃ καὶ παρὰ τῷ Χρυσολόγῳ εὕρηται εἰπόντι «κρατῆρας ἐστεμμένους οἴνου», ὅπερ ἡ ποίησις κρατῆρας ἐπιστεφέας οἴνου φησίν. ὥσπερ δὲ ἀνωτέρω οἱ νέοι ἔχον πεμπώβολα, οὕτω κἀνταῦθα κοῦροι κρητῆρας ἐπεστέψαντο ποτοῖο. νεωτέρων γὰρ αἱ τοιαῦται ὑπηρεσίαι. διὸ καὶ μέχρι νῦν τοὺς ἐν τοιούτοις καθυπουργοῦντας παῖδας καὶ παιδίσκας φαμέν. ὡς δὲ τὸ γένος, οὕτω καὶ ὁ τόνος διάφορος τοῦ ποτοῦ ἤτοι τοῦ πινομένου ὑγροῦ καὶ τοῦ πότου ἤγουν τοῦ συμποσίου. τὸ μὲν γὰρ ὀξύνεται, ὁ δὲ πότος βαρύνεται. (v. 471) Ὅτι ὥσπερ στρέφω καὶ ἐξ αὐτοῦ στρόφος καὶ ἀπ' αὐτοῦ τὸ στρωφῶ κατὰ ἔκτασιν καὶ δηλοῖ τὸ στρέφω, οὕτω τρέπω τρόπος τρωπῶ, τρέχω τρόχος τρωχῶ καὶ νέμω νόμος νωμῶ, τὸ παρέχω, ἐξ αὐτοῦ δὲ καὶ τὸ κινῶ. ὡσαύτως καὶ πέλω πόλος πωλῶ, τὸ ἀναστρέφομαι. καὶ αὐτὸ γὰρ καὶ τὸ πωλέσκω διὰ τὸν τοιοῦτον κανόνα μεγεθύνονται παρὰ τῷ ποιητῇ. [Περὶ δὲ τοῦ παλιντροπάασθαι καὶ τοῦ τροχάζειν καὶ τοῦ δέμω δόμος δομῶ, μένω μόνος μονῶ καὶ ἑτέρων τοιούτων εὐλόγως ἀπορουμένων ζητητέον ἐν ἄλλοις.] (v. 472—4) Ὅτι ᾠδαὶ διάφοροι παρὰ τῷ ποιητῇ· αἱ μὲν ἐπὶ θείοις, οἷον «οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο καλὸν ἀείδοντες», μέλποντες, «ὃ δὲ φρένα τέρπετ' ἀκούων». οἰκεῖος δὲ ὁ λόγος ἐπὶ ἐνδελεχοῦς θείας μολπῆς. ἕτεραι δὲ ᾠδαὶ ἔν τε γάμοις καὶ εἰλαπίναις καὶ ἁπλῶς ἐν εὐωχίαις, ὁποία ἡ ἐν τῇ Ὁπλοποιΐᾳ μουσικὴ καὶ ἡ παρὰ τοῖς μνηστῆρσί τε καὶ τοῖς Φαίαξιν. Ἀχιλλεὺς δὲ προϊόντος τοῦ λόγου ἄλλον τρόπον μεταχειρίζεται τὴν ᾠδὴν ἀείδων κλέα ἀνδρῶν. εἰσὶ δὲ καὶ πενθητήριοι ᾠδαὶ καὶ ἀοιδοὶ θρήνων ἔξαρχοι παρὰ τῷ ποιητῇ. ὅλως δέ, ὡς οἱ παλαιοὶ σημειοῦνται, πέντε εἰσὶν ᾠδαὶ παρὰ τοῖς ἥρωσι· σωφρονιστική, ὁποία ἡ τοῦ τῇ Κλυταιμνήστρᾳ συνόντος ἀοιδοῦ· ἐγκωμιαστική, ὡς ἡ ῥηθεῖσα τοῦ Ἀχιλλέως· θρηνητική· ὀρχηματική, ὡς ἡ τοῦ νεανίου τοῦ ἐν τῇ Ὁπλοποιΐᾳ ᾄδοντος· καὶ παιανική, ὁποία ἐστὶν ἡ νῦν