Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.217
Not analysed yet
ἀναστρέφομαι γίνεται κατὰ τὸ τρέπω τρόπος τρωπῶ καὶ τὰ ὅμοια. μέλλων γὰρ τοῦ πωλῶ πωλέσω, ἐξ οὗ τὸ πωλέσκω, ὡς ἀρῶ ἀρέσω ἀρέσκω.] (v. 493) Ὅτι αἱ διὰ τοῦ οιο γενικαὶ κατὰ μὲν ἄλλους Θετταλικαί, ὡς προείρηται, εἰσίν, ἐν δὲ τοῖς Ἀπίωνος καὶ Ἡροδώρου Βοιωτῶν φέρονται γλώττης, τοῖο, οἷο, καλοῖο. Ὅτι ἐν τῷ «δωδεκάτη ἐγένετο ἠώς» ἠῶ τὸ νυχθήμερον λέγει. ποσαχῶς δὲ λέγεται ἠώς, ἐν Ὀδυσσείᾳ εἴρηται. (v. 494) [Ὅτι τὸ «ἴσαν» πληθυντικὸν τρίτον ῥῆμα ὧδε μὲν ἀντὶ τοῦ ἐπορεύθησαν, ἀλλαχοῦ δὲ ἀντὶ τοῦ ἔγνωσαν, οἷον· «τὰ δ' οὐκ ἴσαν ὡς ἐτέτυκτο». τὸ δ' ἐνταῦθα «πρὸς Ὄλυμπον ἴσαν θεοί»] (v. 496) Ὅτι τὸ μὲν ἀπὸ βάθους ἀνελθεῖν ἀναδῦναι λέγεται. Θέτις οὖν ἀνεδύσετο κῦμα θαλάσσης. τὸ δὲ ἐκεῖθεν ἀνωτέρω ἀναβῆναί φαμεν. ὥστε καὶ τὸ ἐξ οὐρανοῦ μὲν ἕως τῆς θαλαττίας ἐπιφανείας καταβῆναί ἐστι, τὸ δὲ ἐκεῖθεν καταδῦναι. (v. 497) Ὅτι οὐ μόνον τὸν πρὸς ἑσπέραν καιρὸν οἶδεν ὁ ποιητὴς λιταῖς πρέποντα, ὡς ἐν τῇ ιʹ ῥαψῳδίᾳ εὕρηται καὶ ἐν τῇ τοῦ Πριάμου ἱκετείᾳ καὶ ὅτε δὲ Ὀδυσσεὺς τὴν Ἀρήτην ἱκετεύει, ὁπηνίκα αἱ ψυχαὶ πρὸς ἔλεον ἀνίενται, ἀλλὰ καὶ τὸν ὄρθρον ἐπιτήδειον οἶδε τοῖς γουναζομένοις εἰς ἔντευξιν διὰ τὸ νηφάλιον τοῦ καιροῦ. Θέτις γοῦν ὄρθρου τῷ Διῒ ἐντυγχάνει. φησὶ γὰρ ὁ ποιητής· «ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε». τοῦτο δὲ τρόπος ὑστερολογίας ἐστί. πρῶτον γὰρ ὑπεραναβῆναι δεῖ τὰς τοῦ Ὀλύμπου κορυφάς, εἶτα τὸν ὑπὲρ τὰ νέφη τόπον καταλαβεῖν οὐρανὸν καὶ αὐτὸν λεγόμενον ὁμωνύμως τῷ στερεμνίῳ. Τὸ δέ «ἠερίη», ἐὰν ἀντὶ τοῦ ὀρθρινή, ὡς εἴρηται, λαμβάνηται, πλεονασμὸν ἔχει τοῦ ε. ἦρ γὰρ ὁ ὄρθρος καὶ κλίνεται ἦρος ἦρι, οἷον «ἦρι μάλα Ἑλλήσποντον πλεούσας». ὅθεν καὶ ἠὼς ἠριγένεια, ὡς ἀλλαχοῦ εἴρηται. ἠρίη γοῦν ἡ ὀρθρινὴ καὶ πλεονασμῷ ἠερίη, οἷον καὶ τὸ «ἠερίη γέ τοι παρέζετο καὶ λάβε γούνων». τινὲς δὲ ἠερίαν τὴν ἀερίαν νοοῦσιν· οὐ γὰρ ἔστιν εἰς οὐρανὸν κάτωθεν ἀνελθεῖν, εἰ μὴ διὰ μέσου ἠέρος ἤτοι ἀέρος. (v. 498) Ὅτι εὐρύοπα τὸν Δία λέγει ἢ ὡς μεγαλόφθαλμον διὰ τὸ προνοητικὸν ἢ ὅτι εὐρὺ βλέπομεν διὰ τοῦ ἀέρος, ὅς ἐστι Ζεύς, ἢ ὅτι εὐρεῖαν ἔχει ὄπα. Βροντητικὸς γὰρ ὁ αὐτὸς Ζεὺς καὶ ἐριβρεμέτης καὶ ἐρισμά-