Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.218
Not analysed yet
ραγος. λέγεται δὲ καὶ διηχὴς ὑπὸ τῶν φυσικῶν. καὶ Δία μὲν οὕτως εὐρύοπα λέγει ὁ ποιητής. Ἥρα δὲ βοῶπις, ὡς μὲν ἀὴρ καὶ αὐτὴ ἔοικε τῇ βοῇ παρονομάζεσθαι διὰ τοὺς ἀερίους ἤχους· μυθικῶς δὲ ἡ λέξις ἔπαινός ἐστιν αὐτῆς ὡς γυναικὸς διὰ τὸ κατὰ βοῦν μεγαλόφθαλμον· ἐξ οὗ καὶ κύριον ὄνομα Εὐρώπη τέθειται. [Ὅρα δὲ ὡς νῦν μὲν ἀναλόγως κατὰ πτῶσιν αἰτιατικὴν ἔφη εὐρύοπα Δία· ὅτε δὲ εἴπῃ «εὐρύοπα Ζεύς», καινοσχημάτιστος ἐκείνη εὐθεῖα, ὡς προδεδήλωται, κατὰ αἰτιατικὴν καὶ κλητικὴν ἐκπεφωνημένη.] (v. 499) Ὅτι λαβὼν ὁ μῦθος ἐκ τῆς ἀληθείας τὸ τὸν Δία ἤτοι τὸν αἰθέρα ὑψηλότατον καὶ ὑπέρτατον εἶναι καθίζει ἐν τῇ ῥαψῳδίᾳ ταύτῃ τὸν μυθευόμενον Δία ἐν ἀκροτάτῃ κορυφῇ πολυδειράδος Ὀλύμπου. Ἰστέον δὲ ὅτι, ὥσπερ κορυφὴ ὄρους μεταφορικῶς ἀπὸ τῆς τῶν ζῴων κορυφῆς, οὕτω καὶ δειρὴ ἡ ἐξοχὴ ἡ λήγουσα εἰς στενὸν ἀπὸ τῆς τῶν ζῴων δειρῆς. ὅθεν καὶ πολυδειρὰς Ὄλυμπος, τὸ ὄρος δηλαδὴ τὸ ἔχον πολλὰς ἐξοχάς. ὅτι δὲ καὶ πόδες ὄρους καὶ κνημοὶ καὶ ῥάχεις καὶ ἕτερα τοιαῦτα ἐκ τῶν ζωϊκῶν, ἀλλαχοῦ φανήσεται. [Ἡ δὲ κλίσις τοῦ πολυδειράδος ὡς Ἀρκάδος. προσφυῶς δὲ παράκειται κορυφή καὶ πολυδειράς διὰ τὸ καὶ ἐν ζῴοις συμπεφυκέναι τὰ τοιαῦτα.] (v. 500) Ὅτι λαβεῖν γούνων τὸ ἅψασθαι λέγει ἢ ἔχεσθαι. διὸ καὶ παρακατιών φησι· «Θέτις δ' ὡς ἥψατο γούνων, ὣς εἴχετο ἐμπεφυυῖα». (v. 501) Ὅτι σκαιᾷ μὲν χειρί, ὅ ἐστι λαιᾷ, τῶν γονάτων ἥψατο τοῦ Διὸς ἡ Θέτις, δεξιτερῇ δὲ ὑπ' ἀνθερεῶνος ἑλοῦσα ἐλίσσετο. ἔστι δὲ ἀνθερεὼν ὁ τόπος, φασί, περὶ ὃν ἀνθεῖ τὸ γένειον. λέγεται δέ ποτε καὶ ἐπὶ γυναικὸς καταχρηστικῶς. τί δὲ οἰωνίζεται διὰ τούτων ἡ Θέτις, προγέγραπται ἐν τοῖς περὶ τοῦ γουνάζεσθαι. ἐκ δὲ τοῦ ἀνθηροῦ παρῆκται ὁ ἀνθερεὼν συστολῇ τοῦ η εἰς ε καὶ πλεονασμῷ ἑτέρου ε. ὁ δὲ τύπος ὡς τὸ ἀκανθεών, χαραδρεών, αὐγουστεών καὶ τὰ τοιαῦτα. ζητητέον δὲ μάλιστα ἐν τῇ εʹ ῥαψῳδίᾳ ποῦ καθ' Ὅμηρον ὁ ἀνθερεών, πρὸ δὲ αὐτοῦ ἐν τῇ δέλτα. τὸ δέ «ὑπ' ἀνθερεῶνος ἑλοῦσα» ἢ ἀντὶ τοῦ κάτωθεν τοῦ ἀνθερεῶνος ἑλοῦσα ἢ ἀντὶ τοῦ ὑφελοῦσα καὶ ὑφαψαμένη τοῦ ἀνθερεῶνος. [Γίνεται δὲ ἡ τοιαύτη σκαιὰ χεὶρ καὶ ὁ ἀπ' αὐτῆς σκαιὸς καὶ ἐπαρίστερος ἄνθρωπος, ποτὲ δὲ καὶ ἀνόητος, ἀπὸ τοῦ σκάζειν, φασίν, ὅ ἐστι χωλεύειν, ὅθεν καὶ ὁ σκαμβός· Ἵνα ᾖ σκαιὰ χεὶρ ἡ σκάζουσα περὶ τὸ ἐνεργεῖν ὡς ἀνυστικωτέρας οὔσης τῆς δεξιᾶς. ὡς δὲ καὶ τὰ δυτικὰ σκαιὰ λέγονται καὶ ὅτι καὶ Σκαιὸς κύριον ὄνομα, ἐξ ὧν καὶ Σκαιαὶ πύλαι Τρωϊκαί, φανεῖται ἐν τοῖς ἑξῆς.]