Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.219
Not analysed yet
(v. 504 s.) Ὅτι λαβοῦσα ἡ Θέτις ἀρχὰς ἐπιχειρημάτων ἐκ τοῦ υἱοῦ ἀναμιμνῄσκει τὸν Δία, ὡς ὠφέλησέ ποτε αὐτὸν ἔπει καὶ ἔργῳ, καθὰ προεγράφη. καὶ οὕτως ὀφειλέτην ἐκεῖνον δείξασα εἰς χάριν ἀνταπαιτεῖ τὸ «τίμησόν μοι τὸν υἱόν, ὃς ὠκυμορώτατός ἐστι τῶν ἄλλων». οὐ λέγει δὲ καὶ πῶς τὸν Δία ὠφέλησε, διότι τε οὐ χρὴ φανερῶς ἐξονειδίζειν τὸν εἰδότα καὶ ὅτι οὐδὲ θέλει ὁ ποιητὴς ἀκαίρως διττολογεῖν. φθάσας γὰρ ἤδη προϊστόρησε μελετᾶσθαι δεσμοὺς Διός ποτε, οἷς ἡ Θέτις ἐβοήθησεν ὁ δὲ Ζεὺς τὴν μὲν χάριν μὴ ἀποδοῦναι οὐκ ἔχει, κατανεῦσαι δὲ ἐπὶ βλάβῃ τῶν Ἑλλήνων δυσχερῶς ἔχει. νικᾷ μέντοι ἡ τῆς εὐεργεσίας ἀνταπόδοσις. ἀγεννὲς γὰρ τὸ μὴ ἀντιτίνειν τοῖς εὐεργέταις χάριτας. εἰ δὲ ἡ Ἥρα μὴ θέλει, ἀλλ' οὐδὲν αὐτῆς μέλον ἐστὶ τῷ Διῒ διδάσκοντος τοῦ ποιητοῦ, ὅτι καὶ τῶν οἰκειοτάτων ἐν πολλοῖς προτιμητέον τὸν εὐεργέτην. καὶ ἄλλως δὲ ἡ Ἥρα, εἰ μὴ Θέτις ἐξεβοήθησέ ποτε, κατήγαγεν ἂν τὸν Δία τῆς ἀρχῆς. βέλτιον οὖν τῇ Θέτιδι, ὡς καὶ προγέγραπται, ὑπακοῦσαι κατὰ τῶν Ἀχαιῶν, ὡς εὐεργέτιδι, καὶ μὴ πεισθῆναι τῇ Ἥρᾳ ὑπὲρ αὐτῶν, τῇ ἐπιβούλῳ. εἰ δὲ καὶ ἠράσθη ποτὲ τῆς Θέτιδος ὁ Ζεύς, ὡς μῦθος φέρεται, ἔχοι ἂν καὶ τοῦτο συλλαβέσθαι τι αὐτῇ πρὸς πειθὼ τοῦ Διός. (v. 505) Τὸ δέ «ὠκυμορώτατος ἄλλων» ψευδῶς εἴρηται διὰ λύπην· πολλοὶ γὰρ πρὸ Ἀχιλλέως ὠκύμοροι. [Ἰστέον δὲ ὅτι τὸ «εἴ ποτε δή σε ὄνησα ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ· τίμησόν μοι υἱόν, ὃς ὠκυμορώτατος ἄλλων ἔπλετο», ἤγουν πέλει, ἁρμόσει ποτὲ προσώπῳ παρακλητεύοντι εὐηργετημένον τινά. τὸ δέ «σε ὄνησα» «ὤνησας κραδίην Διός» πρὸ τούτων ἔφη ὁ Ἀχιλλεύς.] Ὅτι τὸ ἀκάματος καὶ ἀθάνατος ἀεὶ παρὰ τῷ ποιητῇ ἐκτείνει τὴν ἄρχουσαν ἤγουν τὸ ἐν ἀρχῇ στερητικὸν ἐπίρρημα, ὡς ἂν γινόμενα εἰς δάκτυλον τὸ εὔμετρον συνεργάζωνται. (v. 509 s.) Ὅτι ἐν τῷ «τόφρα ἐπὶ Τρώεσσι τίθει κράτος, ὄφρ' ἂν Ἀχαιοὶ υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσί τέ ἑ τιμῇ» προεκτίθεται οἷον ὁ ποιητὴς τὰ ὕστερα, μονονουχὶ λέγων πρὸς τὸν φιλέλληνα ἀκροατήν, ὅτι οὐ διὰ τέλους κρατήσουσιν οἱ Τρῶες, ἀλλ' ἕως ὁ Ἀχιλλεὺς ὑπὸ Ἀχαιῶν τιμηθῇ. τοῦτο δὲ ταχὺ γενήσεται. Ὅρα δὲ τὸ «ὀφέλλωσιν αὐτὸν τῇ τιμῇ». αὔξησις γάρ τις ἀνθρώπῳ καὶ ἡ τιμή. τινὲς δὲ