Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.23
Not analysed yet
Αἰνεάδης· Βορέας Βορεάδης, Γρᾶς Γρᾶ Γράδης,] Χαιρέας Χαιρεάδης, Δημέας Δημεάδης καὶ ἐν συναιρέσει Δημάδης· θετέον γὰρ ἐν τοιούτοις καὶ τοῦτο, εἰ καὶ μὴ πατρωνυμικόν ἐστιν, ἀλλὰ ὡς πατρωνυμικόν, καθάπερ καὶ τὸ Καρνεάδης, Σωτάδης καὶ ἕτερα. [Ἰστέον δὲ καὶ ὅτι οὐ μόνον πλεονάζει τὸ α ἐν τοῖς εἰς δης, ὡς ἀνωτέρω κεῖται, ἀλλὰ καὶ ἀποβάλλεται. ὁ γοῦν Ἐριχθονιάδης, ὡς ἀπὸ τοῦ Ἐριχθόνιος, εὕρηται καὶ δίχα τοῦ α Ἐριχθονίδης, ὥς φασιν οἱ τεχνικοί. ὅτι δὲ καὶ ἄλλως τὸ Πηληϊάδης ἔστι παράγειν, ἐν τῇ δέλτα φανεῖται.] Ὅτι ὥσπερ Ὀδυσσεύς ποτὲ μὲν διὰ δύο σσ παρὰ τῷ ποιητῇ, ποτὲ δὲ δι' ἑνός, ὡς μετὰ ταῦτα φανήσεται, οὕτω καὶ Ἀχιλλεύς ἐνταῦθα μὲν ἐν τῷ «Πηληϊάδεω Ἀχιλῆος» καὶ ἀλλαχοῦ δὲ δι' ἑνὸς ἐκφωνεῖται λ, ἐν πλείοσι δὲ τόποις τὰ δύο λ ἔχει. ἐπαγωνίζονται δὲ ἄλλοι μὲν τῇ τοῦ ἑνός, ἕτεροι δὲ τῇ τῶν δύο λ γραφῇ, τὰ μὲν δύο τιθέντες ἢ ἀπὸ τοῦ ἄχος ἰάλλειν ἤγουν λύπην ἐμβάλλειν, λυπεῖν γὰρ φερωνύμως ἔμελλε τοὺς καταπολεμουμένους, ὡς καὶ ὁ Ἀπόλλων δοκεῖ τισιν ἐκ τοῦ ἀπόλλειν διὰ τὸ φοβερώτερον ὀνομάζεσθαι, ἢ κατὰ πλεονασμὸν τοῦ ἑτέρου λ διὰ τὸ εὐφωνότερον, ὡς καὶ ἐπὶ τοῦ ἀλλα συνδέσμου γίνεται καὶ ἐπὶ ἑτέρων πολλῶν, τῷ δὲ ἑνὶ λ συνηγοροῦντες πρῶτον μὲν ἐκ τῆς ἀναλογίας, ἵνα ᾖ ὅμοιον τῷ Ὀϊλεύς, βασιλεύς· εἶτα ἐξ ἐτυμολογίας, ὡς ἀπὸ τοῦ ἄχος τοῖς Ἰλιεῦσιν, ἤγουν λύπην τοῖς Τρωσίν, αὐτὸν κατὰ φερωνυμίας καὶ τοῦτο λόγον [καὶ θείᾳ προνοίᾳ, καθά τις ἔφη,] γενέσθαι· ἢ ἀπὸ τοῦ α στερητικοῦ καὶ τοῦ χιλός, ὅ ἐστιν ἡ ἐκ τῶν σπορίμων τροφή. οὐ γὰρ χιλῷ, φασίν, ἤτοι Δημητρειακῷ καρπῷ ἐτράφη ὁ ἥρως, ἀλλὰ ζῴων μυελοῖς βρεφόθεν· ἴσως δὲ καὶ δημῷ προβάτων, κατὰ τὸν Ὁμηρικὸν Ἑκτορίδην Ἀστυάνακτα· εἶτα κρέασι, τοῖς ἐκ τοῦ κυνηγετεῖν, ὅτε ὁ Χείρων ἐπαιδαγώγει αὐτόν. ὃς καὶ ἐξεθρέψατο καὶ εἰς ἐπιστήμην τῶν τακτικῶν ἀγαγὼν ἄριστον πολεμιστὴν εἰς Τροίαν ἔστειλε «πρώτως ὑπηνήτην ὄντα» κατὰ τὴν ἱστορίαν. οὐ γὰρ πειστέον τοῖς μύθοις, καθά που καὶ Ἱμέριος γράφει, οἳ τῆς γυναικωνίτιδος αὐτὸν ἐξαγαγόντες εἰς τὴν Τροίαν στέλλουσιν. Ὅτι δὲ φιλοαχιλλεὺς ὁ ποιητής, μυριαχοῦ φανήσεται, ὃς τάχα, ὥσπερ ἐξ Ὀδυσσέως τὴν Ὀδύσσειαν, οὕτω καὶ τὴν Ἰλιάδα ἐξ Ἀχιλλέως Ἀχίλλειαν ἐπέγραψεν ἄν, εἰ μὴ τὸ πρεσβεῖον τῆς Ἑλλάδος οὕτως ἤμελλε καταβαλεῖν