Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.225
Not analysed yet
Εὐριπίδῃ καὶ «Ἑπτὰ ἐπὶ Θήβας» παρ' Αἰσχύλῳ, ἤγουν κατὰ Θηβῶν· ὡς εἶναι παρὰ τοῖς ὕστερον τὸ ἐπανίστασθαι ὅμοιον τῷ κατεξανίστασθαι. Σημείωσαι δὲ ὅτι τὸ «οὐδέ τις ἔτλη μεῖναι ἐπερχόμενον» ἀσαφὲς ὄν—δύναται γάρ ποτε ὡς ὁμώνυμος καὶ ἀμφίβολος ἔννοια λεχθῆναι καὶ ἐπὶ ἀριστέως, ὃν οὐδεὶς δύναται τλῆναι ἐπιόντα—διεσαφήθη ἀναγκαίως διὰ τοῦ «ἀλλ' ἀντίοι ἔσταν ἅπαντες». ἔστι δὲ ἄλλως καὶ αὐτὸ εἰπεῖν ποτε κατὰ καιρὸν ἐπὶ ἀνδρῶν ἀφόβων, οἳ κινδύνου ἐφεστῶτος οὐ φεύγουσιν, ἀλλ' ἀντίοι ἵστανται. αἴτιον δὲ τῆς τῶν ῥηθεισῶν δύο ἐννοιῶν ἀσαφείας καὶ τοῦ ἐντεῦθεν δυασμοῦ ὁ σχεδιασμός, καθ' ὃν πνέων τὰ ἔπη Ὅμηρος ἢ καί, ὡς εἰπεῖν, ἀπνευστὶ γράφων καὶ λαλῶν ἐξηρεύγετο πολλαχοῦ καὶ τοιαῦτα, ἐν οἷς διάφοροι ἄλλως καὶ ἄλλως ἔννοιαι παραφαίνονται. (v. 531) [Ὅτι ὃ φθάσας διϊστᾶν ἔφη Ὅμηρος ἐν τῷ «διαστήτην ἐρίσαντε» τοῦτο καὶ διατμήγειν φησίν, ὅ ἐστι διακόπτειν, διαιρεῖν. ἐνταῦθα οὖν λέγει, ὅτι Θέτις καὶ Ζεὺς ὣς βουλεύσαντε ἤγουν βουλευσάμενοι διέτμαγεν ἤτοι διεχωρίσθησαν.] (v. 538) Ὅτι ἀλληγορικῶς μὲν ἡ θαλασσία Θέτις ἀργυρόπεζα, διότι αἱ ὡσανεὶ πέζαι τῆς θαλάσσης τουτέστι τὰ ἔσχατα, ὅσα πρὸς τῷ αἰγιαλῷ, ἀργύρεά εἰσιν ὡς διάλευκα, μελάντερα δὲ τὰ ἐνδοτέρω. διὸ καὶ ὁ ποιητὴς ἐπὶ μὲν αἰγιαλοῦ φησι· «θῖνα ἐφ' ἁλὸς πολιῆς» ἤτοι λευκῆς· ἐπὶ δὲ τοῦ ἐσωτέρω μέλανά τε καὶ οἴνοπα πόντον λέγει· σωματικῶς δὲ κατὰ μῦθον ἀργυρόπεζα ἡ λαμπρόπους, ὁποία τίς ἐστι καὶ ἡ καλλίσφυρος καὶ ἡ παρ' Εὐριπίδῃ «ἁβρὸν βαίνουσα παλλεύκῳ ποδί». τινὲς δὲ πέζαν ἐνταῦθα νοοῦσι κόσμον τινὰ πρὸς τῷ τοῦ ἱματίου ὄντα κάτω τέρματι, ἵνα εἴη ἀργυρόπεζα ἡ κόσμον λαμπρὸν περὶ τὰς ᾤας τοῦ ἱματίου ἔχουσα. (v. 540) Ὅτι καὶ ἐνταῦθα δηλοῖ σαφέστατα ὁ ποιητής, ὡς πολλάκις τις διά τι πάθος ψυχῆς ἐρωτᾷ καὶ περὶ οὗ ἀκριβῶς οἶδεν. ἡ Ἥρα γὰρ οὐκ ἀγνοοῦσα, ὅτι συνεφράσατο βουλὴν ἡ Θέτις τῷ Διΐ, ὅμως ἐρωτᾷ· «τίς δ' αὖ τοι δολομῆτα συμφράσατο βουλάς», ὃ δὴ σκῶμμά ἐστι δολίου ἀνδρός. οὔκουν ἀεὶ διὰ μάθησιν ἐρωτᾷ τις, ἀλλ' οὐδὲ διὰ μόνην παραμυθίαν τοῦ ἐρωτωμένου, ὡς ἡ Θέτις τὸν υἱὸν Ἀχιλλέα ἠρώτησεν. ἔστι δὲ ὅτε καὶ διὰ ἔλεγχον καὶ διὰ θυμόν. (v. 541—3) Ὅτι πρὸς φίλον κρυψίνουν εἴποις ἂν τὸ «αἰεί σοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα κρυπτάδια φρονέοντα δικαζέμεν, οὐδέ τί πώ μοι πρόφρων τέτληκας εἰπεῖν ἔπος, ὅττι νοήσεις». καὶ ὅρα ἐνταῦθα ὅτι τὸ νοέοντα καὶ τὸ φρονέοντα οὐ πρὸς τὸ σοί ἀπεδόθη κατὰ πτῶσιν δοτικήν, ἀλλὰ πρὸς τὸ δικάζειν, ἵνα λέγῃ, ὅτι ἀεί σοι φίλον ἐστὶ δικάζειν σε νόσφιν ἐόντα καὶ κρυπτὰ φρονέοντα. καί εἰσι τοιαῦται πολλαὶ συντάξεις ἐπαμφοτερίζουσαι καὶ δυνάμεναι τοῖς τε προ-