Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.226
Not analysed yet
ηγουμένοις καὶ τοῖς ἐφεπομένοις συντάττεσθαι, οἷον· «χαίρω τῷ λόγῳ, ᾧ λέγεις»· καὶ αὖθις· «χαίρω τῷ λόγῳ, ὃν λέγεις». καὶ τοῦτο γὰρ ἀσόλοικον, ἐπεὶ τὸ λέγειν αἰτιατικὴν σύνταξιν δέχεται, οἷον «λόγον λέγεις». καὶ τὸ ποῶτον δὲ καλῶς ἔχει διὰ τὸ προηγούμενον. τὸ γὰρ χαίρω δοτικῇ συντάσσεται, οἷον «χαίρω, οἷς λέγεις». τοιοῦτον καὶ τὸ «ἥδομαι τοῖς ῥήμασιν, οἷς ἤκουσα» καὶ αὖ πάλιν «ἥδομαι τοῖς ῥήμασιν, ἃ ἤκουσα». μυρία δὲ καὶ ἄλλα τοιαῦτα. οὕτως οὖν καὶ τὸ Ὁμηρικὸν δυάζεται τῇ συντάξει. καλὸν γὰρ καὶ τὸ «ἀεί σοι φίλον ἐστὶ νόσφιν ἐόντι καὶ κρυπτὰ φρονοῦντι δικάζειν». ὁμοίως δὲ ὀρθὸν καὶ τὸ «φίλον σοι ἀεί ἐστι δικάζειν σε νόσφιν ἐόντα καὶ κρυπτάδια φρονέοντα». Τὸ δὲ ἀπὸ νόσφιν πλεονασμὸν ἔχει τῆς προθέσεως, ὡς καὶ ἐπὶ ἄλλων γίνεται. (v. 542) Τὸ δὲ κρυπτάδια ὁμοιότητα ἔχει πρὸς τὸ ἀμφάδια, ὃ δηλοῖ τὰ φανερά. Δικάζειν δὲ λέγει τὸ σεμνῶς καὶ βασιλικῶς οἰκονομεῖν καὶ ἐπικρίνειν. Τὸ δέ «πώ μοι» ὀξύνεται ὡς ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω καὶ τὸ «ἐσθλὸν δ' οὔτέ τι πω εἶπας» καὶ τὸ «οὐ γάρ πω τοίους ἀνέρας ἴδον». τὰ γὰρ ἐγκλινόμενα, εἴ ποτε τόνου κληρονομήσουσιν, ὀξὺν αὐτὸν ἔχουσιν, οἷον· «φημί σοι», «σοί φημι» καὶ τὰ ὅμοια. διὸ καὶ τὸ πώποτε καλῶς δι' ὀξείας ἐκφέρεται τάσεως, ὡς καὶ τὸ πώμαλα. οἱ γὰρ περισπῶντες αὐτὸ δυσαπολογήτως εἰς ἀπόδοσιν αἰτίας ἔχουσι. τὸ γὰρ ἐν ἁπλότητι μὴ περισπώμενον πῶς ἂν ἐν συνθέσει περισπασθήσεται; (v. 543) Τὸ δέ «εἰπεῖν ἔπος» ὡς καὶ τὸ «εἶπας ἔπος» τρόπος ἐτυμολογίας ἐστίν· ἐκ γὰρ τοῦ εἰπεῖν τὸ ἔπος γίνεται. (v. 544) Ὅτι Ζεὺς ἀλλαχοῦ μὲν ἁπλῶς πατὴρ ἐλέχθη διὰ τὸ τοῦ ἀέρος ζῳογόνον, ἐνταῦθα δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε, ἤτοι κηδεμὼν οὐ μόνον στοιχείων καὶ ἀστέρων καὶ ὅλως τῶν θειοτέρων, ἀλλὰ καὶ ἀνδρῶν τουτέστιν ἀνθρώπων ὡς ἀπὸ μέρους. ἀπὸ δὲ τῶν ἀνθρώπων, τοῦ τιμιωτάτου γένους, καὶ εἰς τὰ ἄλλα διαβαίνει τὸ νόημα. ὁ δὲ μῦθος πατέρα θεῶν καὶ ἀνδρῶν ἄλλως τὸν Δία φησὶ λέγων, ὅτι κατὰ τοὺς Ὁμηρικοὺς μύθους τῶν ἄλλων δαιμόνων οἱ μὲν μόνων θνητῶν πατέρες λέγονται, ὡς Ποσειδῶν Κύκλωπος καὶ Ὤτου καὶ Ἐφιάλτου, Ἀφροδίτη Αἰνείου, Θέτις Ἀχιλλέως καὶ ἄλλοι ἄλλων, οἱ δὲ μόνων ἀθανάτων, ὡς Κρόνος Διός, Ἥρας, ᾍδου, Ποσειδῶνος, Ζεὺς δὲ μόνος καὶ ἀθανάτων πατήρ, οἷον Ἀπόλλωνος, Ἡφαίστου, Ἄρεος, καὶ θνητῶν δέ, οἷον Σαρπηδόνος, Αἰακοῦ, Μίνωος, Ἡρακλέους, Περσέως. (v. 545—50) Ὅτι περίεργον μὲν ἡ γυνὴ καὶ πάντα εἰδέναι θέλει ὅσα βούλεται ἀνήρ. ἀλλ' ὁ συνετὸς οὐ ποιήσει οὕτως, ἕψεται δὲ τῷ ποιητῇ εἰς ἀρίστην ὑποθήκην καὶ λυσιτελεστάτην ἀνδρὶ τῷ μὴ πάντα τῇ γυναικὶ φράζειν, ἀλλ', ὡς παραγγέλλει ἀλλαχοῦ, τὸ μέν τι ἐκκαλύπτειν αὐτῇ, τὸ δὲ κρύπτειν. διὸ καὶ Ὀδυσσεύς που οὕτω ποιεῖ οὐδὲν φράσας τῇ Πηνελόπῃ, ἐξ ὧν ἔμελλε ποιεῖν.