Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.227
Not analysed yet
καὶ ὁ Ζεὺς δὲ ἐνταῦθά φησι πρὸς τὴν Ἥραν, ὅτι μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν· χαλεποί τοι ἔσονται [ἀλόχῳ περ ἐούσῃ.] ἀλλ' ὃν μέν κ' ἐπιεικὲς ἀκουέμεν οὔ τις αὐτὸν πρότερος εἴσεται· ὃν δ' ἂν ἐγὼν ἀπάνευθεν ἐθέλοιμι νοῆσαι, μή τι σὺ ταῦτα ἕκαστα διείρεο μηδὲ μετάλλα. Ἰστέον δὲ ὅτι ὁ ποιητὴς παιδευτικὸς ὢν οὐ μόνον ἐν ἱστορίαις ἀλλὰ καὶ ἐν μύθοις διδάσκει τὸ ποιητέον, ὃς τὸ μὴ πάντα φράζειν ταῖς γυναιξὶν ἱστορικῶς μὲν ἐπὶ Ὀδυσσέως ἐδίδαξε, μυθικῶς δὲ ἐνταῦθα διὰ τοῦ Διός. οὕτω καὶ ἐν τοῖς μετὰ ταῦτα τὸ μὴ δεῖν παννύχιον τὸν ἄρχοντα ὑπνοῦν πραγματικῶς τε διδάξει διὰ τοῦ Ἀγαμέμνονος καὶ μυθικῶς δὲ διὰ τοῦ Διός. Ἰστέον δὲ καὶ ὅτι τὸ «μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους εἰδήσειν» καὶ τὰ ἑξῆς, ὡς προγέγραπται, οἰκεῖά εἰσι λέγεσθαι παρά τινος πρὸς τὸν ἀκαίρως θέλοντα μαθεῖν ἐξ αὐτοῦ μυστήρια. (v. 547) Ὅρα δὲ τὸ ἐπιεικές ἀντὶ τοῦ πρέπον καὶ ἐοικός. οὕτω δὲ ἀεὶ παρὰ Ὁμήρῳ ἡ τοιαύτη λέξις λαμβάνεται· παρὰ μέντοι τοῖς νεωτέροις τὸ ἐπιεικὲς ἐπὶ πραότητος λέγεται. Τὸ μέντοι ἐπιεικῶς ἐπίρρημα ἔστιν ὅτε καὶ ἄλλο τι δηλοῖ· ἀντὶ τοῦ λίαν γὰρ λαμβάνεται ἐν τῷ ἐπιεικῶς ἄτοπον καὶ τοῖς τοιούτοις. (v. 550) [Τὸ δέ «ταῦτα ἕκαστα» καινότερον ἔχει σχηματισθέν, εἴτε πρὸς τὸν λόγον τοῦ Διὸς εἴτε πρὸς τοὺς λόγους ἀποδοθήσεται· μετέπεσε γὰρ ἀπὸ ἀρσενικοῦ γένους εἰς οὐδέτερον. Τὸ δὲ κοινότερον ἦν εἰπεῖν· «μή τι σὺ τοὺς ἐμοὺς μύθους ἢ τὸν ἐμὸν μῦθον διείρεο μηδὲ μετάλλα».] Μεταλλᾶν δὲ τὸ πολυπραγμονεῖν ἀεὶ παρ' Ὁμήρῳ, ἀφ' οὗ καὶ ἐπὶ τῶν ὑπὸ γῆν τὸ μεταλλεύειν εἴρηται καὶ τὰ ἐκεῖθεν ἀνορυττόμενα μέταλλα λέγονται κληθέντα, φασίν, οὕτω διὰ τὸ μετὰ τὰ ἄλλα πάντα ἐπινοηθῆναι. καὶ γὰρ ἔοικε τῶν περὶ γῆν πάντων τῶν ἄλλων εὐθετηθέντων τότε δὴ μετὰ τὰ ἄλλα ἐκεῖνα ἐπιχειρῆσαι τοὺς ἀνθρώπους καὶ ταῖς γεωρυχίαις καὶ ἀφεῖναι μὲν τὰ νῶτα τῆς γῆς, ἐπιχειρῆσαι δὲ ταῖς λαγόσιν αὐτῆς, ὡς ἂν ἔχοιέν τι κερδαίνειν καὶ ἀπ' αὐτῶν. (v. 552) [Ὅτι ἐν τῷ «αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπας;» ,ὃ δὴ ὄνειδος φίλον τῇ Ἥρᾳ κατὰ τοῦ Διός, περιττῶς κεῖται τὸ ἄρθρον ἐν τῷ «τὸν μῦθον ἔειπας». τὸ γὰρ κοινὸν καὶ σύνηθες «ποῖον μῦθον ἔειπας;» Αἰνότατος δὲ ὁ δεινότατος ἀποβολῇ τοῦ δ καὶ τροπῇ Δωρικῇ τῆς ει διφθόγγου εἰς τὴν αι, καθὰ καὶ Ἑρμογένης ὑποδηλοῖ, ἔνθα λέγων τὰ τῆς δεινότητος σημαινόμενα προήνεγκέ που εἰς μαρτυρίαν τὸ «αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικεν» ἤγουν δεινῶς ἔοικε θεαῖς ἡ Ἑλένη. (v. 552) Ἰστέον δὲ ὅτι, ὡς ἐν τῷ «ποῖον τὸν μῦθον ἔειπας;» ,οὕτω δοκεῖ καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «ὃν σὺ τὸν νεκρὸν ἀπεῖπας» περιττὸν εἶναι τὸ τον ἄρθρον.] (v. 553—6) Ὅτι ἀπράγμονος προσώπου λόγος τὸ «καὶ λίην σε πάρος γ' οὔτ' εἴρομαι οὔτε