Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.228
Not analysed yet
μεταλλῶ, ἀλλὰ μάλ' εὔκηλος τά» ἤγουν ταῦτα «φράζεαι, ἅσσ' ἐθέλῃσθα. νῦν δ' αἰνῶς δείδοικα κατὰ φρένα, μή σε παρείπῃ» ὁ δεῖνα ἤγουν παραπείσῃ, παραλογίσηται, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτά που ἀκριβέστερον δηλωθήσεται. (v. 554) Ἰστέον δὲ ὅτι τὸ ἅσσα, ὃ δηλοῖ τὸ ἅτινα, ἐκ τοῦ ἅ γίνεται, ὅπερ ἐστὶν ἄρθρον οὐδέτερον ὑποτακτικὸν πληθυντικόν, καὶ ἀπὸ τοῦ σα, ὃ δηλοῖ τό τινά Μεγαρικῶς καὶ Δωρικῶς. διὸ καὶ δασύνεται ὁμοίως τῷ ἅτινα. φασὶ δὲ οἱ παλαιοὶ καί, ὅτι τρία σημαίνει τὸ ἅσσα, τὸ ἅτινα καὶ τὸ ὅσα καὶ τό τινά. καὶ ὅτε μὲν ἰσοδυναμεῖ τῷ ἅτινα καὶ τῷ ὅσα, δασύνεται, οἷον «τὰ φράζεαι, ἅσσ' ἐθέλῃσθα» καὶ «ἅσσ' ἂν ἐμοί περ αὐτῇ». ὅτε δὲ κεῖται ἀντὶ τοῦ τινά, ψιλοῦται. τὸ δ' αὐτὸ ῥητέον καὶ ἐπὶ τοῦ ἅττα. ἐκ τοῦ ἅσσα γὰρ ἐκεῖνο γίνεται. φασὶ δὲ οἱ παλαιοὶ περὶ τοῦ ἅττα καί, ὅτι τρία δηλοῖ· τό τινά, ὅτε καὶ ψιλοῦται. τὸ ἅτινα, ὅτε δασύνεται. —τοῦτο Ἴωνες ἅσσα λέγουσι—καὶ τρίτον τό ποτέ ἢ τὸ ἰσοδυναμοῦν τούτῳ. Ἀριστοφάνης· «πύθου, χελιδὼν πηνίκ' ἄττα φαίνεται». (v. 555) Τοῦ δὲ δείδοικα πρωτότυπον ὂν τὸ δέδοικα, ἐκ τοῦ δείδω τὸ δειλιῶ, ἔχει ἀπορίαν, πῶς διὰ τοῦ κ ἐκφέρεται καὶ μὴ διὰ τοῦ θεματικοῦ δ, διὰ τὸν κανόνα, δι' οὗ ὥρισται καθολικῶς, ὅτι ἐπὶ τῶν βαρυτόνων, δι' οὗ συμφώνου ἐκφέρεται ὁ ἐνεστώς, δι' αὐτοῦ καὶ ὁ μέσος παρακείμενος, οἷον λείβω λέλοιβα, λέγω λέλογα, κατὰ τὸν Ἡρωδιανόν, καθ' ὃν ἔδει ἀπὸ τοῦ δείδω δέδοιδα εἶναι τὸν μέσον παρακείμενον. λύσις δὲ τῆς ἀπορίας ταύτης τὸ μὴ χρῆναι τρία παράλληλα δέλτα παραλαμβάνεσθαι· τὸ γὰρ τοιοῦτον ψελλισμῷ, φησίν, ὑποπίπτει. διὸ ἀντεισῆλθε τοῦ τρίτου δ τὸ κ τοῦ ἐνεργητικοῦ παρακειμένου τοῦ δείδω δείσω δέδεικα, ὃς ἐσιγήθη διὰ τὸ τοῦ μέσου παρακειμένου πολύχρηστον. [Ὅτι δ' ἐν πολλοῖς ἡ παραλληλία φεύγεται, δηλοῖ καὶ ὁ τεμένιος, ὃς δέον ὂν διφθόγγῳ παραλήγεσθαι κατὰ τὸν κανόνα τοῦ κήτειος, κήδειος, ἐπιτήδειος καὶ τῶν ὁμοίων, ὅμως, ἵνα μὴ ἐπάλληλα εἴη τὰ τρία ε, ἐγράφη διὰ μόνου τοῦ ι. Σοφοκλῆς· «τεμενίαν τε φυλλάδα». οὕτω καὶ τὸ «Ἴριδι δίῃ» κακίζεται διὰ τὸ ἀλλεπάλληλον τῶν διχρόνων. (v. 554) Τοῦ δὲ εὔκηλος τοιαύτη τίς ἐστιν ἡ παραγωγή. ἕκηλος ὁ ἥσυχος ἢ παρὰ τὸ ἑκὰς περί τινα ἐσχατιὰν ἀλᾶσθαι—δοκεῖ γὰρ ὡς τὰ πολλὰ