Ancient Greek · ~9 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.229
Not analysed yet
ἐρημάζων εἶναι ὁ ἡσυχάζων—ἢ παρὰ τὸ ἓ ἤγουν ἑαυτὸν κηλεῖν, ὅ ἐστι θέλγειν. εἰ γὰρ καὶ μὴ πολλοῖς, ἑαυτῷ γοῦν ὅμως χρηστός ἐστι καὶ ἡδὺς ὁ προθέμενος καθ' ἡσυχίαν ζῆν. δασυνόμενον δὲ τὸ ἕκηλος ἀπό τε τῆς ἓ ἀντωνυμίας καὶ ἀπὸ τοῦ ἑκάς ὅμως ψιλοῦται διὰ τὴν Αἰολικὴν ἢ καὶ Ἰωνικὴν τοῦ υ ἐπένθεσιν κατὰ τὸ ὅρος οὖρος καὶ τὰ ὅμοια, ἐν οἷς καὶ ὁ ἀπὸ τοῦ εἷς ἑνός γινόμενος εὖνις, ὅ ἐστι μεμονωμένος καὶ ὡς εἰπεῖν ἑνιαῖος.] (v. 557) Ὅτι κεῖται καὶ ἐνταῦθα τὸ λαβεῖν ἐπὶ γενικῆς· φησὶ γάρ· «ἠερίη γάρ σοι παρέζετο καὶ λάβε γούνων» ἀντὶ τοῦ ἥψατο. οἱ δὲ νεώτεροι λαβέσθαι τοῦτό φασι κατὰ φωνὴν παθητικήν. τί δὲ δηλοῖ τὸ «ἠερίη» προείρηται, ὅτι δηλαδὴ ἀερία ἢ ὀρθρινή. τὸ δὲ γούνων ἀπὸ τοῦ γονύων γίνεται μεταθέσει τοῦ υ, ὡς καὶ γόνυος γουνός, γόνυα γοῦνα. (v. 561—4) Ὅτι ὁ θυμούμενος κατά τινος πολυπράγμονος μέν, ἀδυνάτου δὲ βλάψαι, δύναται Ὁμηρικῶς εἰπεῖν τὸ «δαιμονίη ἀεὶ μὲν ὀΐεαι» τουτέστι νοεῖς «οὐδέ σε λήθω· πρῆξαι δ' ἔμπης» ἤγουν ὅμως «οὔ τι δυνήσεαι, ἀλλὰ ἀπὸ θυμοῦ μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι ῥίγιον ἔσται. εἰ δ' οὕτω τοῦτ' ἔστιν, ἐμοὶ μέλλει φίλον εἶναι». λέγει δὲ ὅτι οὐδέποτε μέν σε λανθάνω κωλῦσαι δέ με οὐ δύνασαι, ἀλλὰ καὶ μῖσος ἔχεις ἐξ ἐμοῦ καὶ φρικτόν σοι ἔσται τὸ πρᾶγμα. τοῦτο γὰρ δηλοῖ τὸ ῥίγιον· φρίσσουσι γὰρ οἱ ῥιγοῦντες. (v. 562) Τὸ δὲ ἀπὸ θυμοῦ ἀντὶ τοῦ ἔξω ψυχῆς ἤτοι ἀποθύμιος, ὡς μετὰ ταῦτα ἐρεῖ ὁ ποιητής. ὅπερ οἱ νεώτεροι ἀκαταθύμιον λέγουσιν. εἰ δὲ ἀπὸ θυμοῦ τις λέγεται παρὰ τῷ ποιητῇ, ὅτε ἐν θυμῷ τινος ὢν ἤτοι ἔσω ψυχῆς, εἶτα ἐκπέσῃ ἐκεῖθεν, ἄρα ἐξ Ὁμήρου λαβόντες οἱ ὕστερόν φασιν «ἐξ ὀμμάτων» τὸν πηρωθέντα, οἷον «Δίδυμος ὁ ἐξ ὀμμάτων». ὁμοίως καί τινας ἀπὸ ἐπάρχων καὶ ἑτέρους ἀπὸ βασιλέων καὶ ἄλλα τοιαῦτα πολλά. ἰστέον δὲ καὶ ὅτι ἐναντίον τῷ ἀποθυμίῳ τὸ καταθύμιον, ἐξ οὗ γυνή τις παρ' Ἡροδότῳ Καταθυμία κέκληται. (v. 564) Τὸ δέ «ἐμοὶ μέλλει φίλον εἶναι» ἠθικῶς εἶπεν, οἷον «ἐμοί, ὡς ἔοικε, φίλον ἐστίν» ἀντὶ τοῦ «οὕτω μοι ἀρέσκει, οὕτως ἐγὼ θέλω». (v. 565) Ὅτι τὸ «ἀλλ' ἀκέουσα κάθησο» προστακτικὸν προπαροξύνεται. τὰ γὰρ σύνθετα προστακτικὰ βραχυκατάληκτα ὡς ἐπὶ πολὺ ἀναπέμπει τὸν τόνον, οἷον λέγε κατάλεγε, σπεῖρε