Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.230
Not analysed yet
κατάσπειρε· οὕτως οὖν καὶ ἧσο κάθησο. τὸ μέντοι «ἀκέουσα καθῆστο», ἀντὶ τοῦ ἡσυχάζουσα ἐκάθητο, προπερισπᾶται, διότι τὰ τροχαϊκὰ περισπώμενα φυλάττει τὴν αὐτὴν ἐκφώνησιν ὡς ἐπὶ πλεῖστον καὶ μετὰ σύνθεσιν, οἷον ἦγε κατῆγεν, εὗρεν ἐφεῦρεν, εἶχε κατεῖχεν, εἶδε παρεῖδεν, εὗδε καθεῦδεν, οἷον «ἔνθα καθεῦδεν ἀναβάς». οὕτως οὖν καὶ ἧστο καθῆστο. ἐὰν μέντοι μεταποιηθῇ εἰς βραχὺ τοῦ τροχαίου ἡ ἄρχουσα, τότε δὴ καὶ ὁ τόνος ἐν τῇ συνθέσει ἀναβιβάζεται, ὡς δηλοῖ τὸ ἄναγεν, ἔτι δὲ καὶ τὸ κάτεσχεν, ὅσα τε ἄλλα τούτοις ὅμοια. τὸ δὲ ὡς ἐπὶ πλεῖστον πρόσκειται τῷ κανόνι διὰ τὸ οἶδα σύνοιδα, οἶσθα κάτοισθα καὶ εἴ τι τοιοῦτον. Οἱ δὲ παλαιοί φασι καὶ ὅτι τὸ καθῆστο προπερισπᾶται ὡς ἀπὸ τοῦ ἕζω ἧσμαι, ἀφ' οὗ τὸ ἥσμην, ἧσο, ἧστο καὶ καθῆστο. οἱ γὰρ δισύλλαβοι παρακείμενοι ἔχοντες δύο σύμφωνα φυλάττουσι καὶ ἐν τῇ συνθέσει τὸν τόνον, οἷον εἷργμαι καθεῖργμαι, ἦγμαι κατῆγμαι. οὕτως οὖν καὶ ἧσμαι καθῆσμαι, ἥσμην καθήσμην, ἐξ οὗ τὸ καθῆστο. εἰ δὲ ἦν, φασίν, ἀπὸ τοῦ ἧμαι ἥμην, ἀνεδίδου ἂν τὸν τόνον ὁμοίως τῷ κάθημαι κάθητο. (v. 565—7) [Ἰστέον δὲ ὅτι τὸ «ἀλλ' ἀκέουσα κάθησο, ἐμῷ δ' ἐπιπείθεο μύθῳ, μή νύ τοι οὐ χραίσμωσιν, ὅσοι θεοί εἰσ' ἐν Ὀλύμπῳ, ἆσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω» ἤγουν ἐφῶ, ἐπιπέμψω, ἐπιβαλῶ, δηλοῖ μὲν συμβολικῶς καὶ τὸ τοῦ αἰθέρος δραστήριον κατὰ τῶν στοιχείων, δύναται δὲ χρησιμεύειν παραποιηθὲν ἐν καιρῷ καὶ εἰς ἀπειλὴν τὴν ἀπό τινος κρείττονος εἰς μὴ τοιοῦτον.] (v. 567) Εἰσὶ δὲ χεῖρες ἄαπτοι αἱ δειναὶ καὶ ἀπτόητοι κατὰ Ἀρίσταρχον. διὸ καὶ ἐψιλοῦτο, φασί, τὸ δεύτερον α, ἢ ἀΐαπτοι κατὰ ἔλλειψιν τοῦ ι, ἃς οὐ δύναταί τις ἰάψαι, ὅ ἐστι βλάψαι, ἢ κατὰ ἐπίτασιν αἱ πολλὰ ἰάπτειν δυνάμεναι. Ἀριστοφάνης δὲ ἐν ταῖς Γλώσσαις, ὥς φασιν οἱ παλαιοί, ἀέπτους γράφει διὰ τοῦ ε οἱονεὶ ἀρρήτους, ἃς οὐ δύναταί τις εἰπεῖν, ἢ δυσπαρακολουθήτους, αἷς οὐ δύναταί τις ἕπεσθαι. καὶ ἄλλως δὲ χεῖρες ἄαπτοι αἱ ἀπροσπέλαστοι, ὧν οὐκ ἂν ἅψαιτό τις. τούτῳ δὲ τῷ λόγῳ καὶ ἐδασύνετο τὸ δεύτερον α. ὅτι δὲ παρὰ τοῖς ἀρχαίοις οὐ μόνον τὰ ἀρκτικὰ τῶν λέξεων φωνήεντα ἐπνευματίζοντο ἀλλὰ καὶ τὰ διὰ μέσου ἐν ταῖς συλλαβαῖς, ὡμολόγηται ὑπὸ τῶν ἀντιγράφων, ὡς ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς, ὅπερ δηλοῖ που καὶ ὁ Ἀθήναιος. [Ἐν δὲ τῷ «θεοί εἰσ' ἐν Ὀλύμπῳ» οὐκ ἐκθλίβεται τοῦ εἰσί, καθά τινες οἴονται, τὸ ι σὺν τῷ νῦ, ἀλλὰ μόνον τὸ ι, πρὶν ἢ διὰ χασμῳδίαν προσλάβῃ τὸ νῦ. τὸ δ' αὐτὸ καὶ ἐπὶ ἄλλων μυρίων τοιούτων κουφισμῶν. (v. 567) Τὸ δέ «ἆσσον ἰόντε» κατὰ τὴν συνήθη ἐν τοῖς τοιούτοις ἀδιαφορίαν δυϊκῶς