Ancient Greek · ~11 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.24
Not analysed yet
καὶ ταπεινῶσαι τῇ ἐξ ἑνός τινος ἐπιγραφῇ. διὸ οὔτε ἀπό τινος ἑτέρου προσώπου ὅλως αὐτὴν παρονομάζει, ἐπεὶ μὴ ἐκ τοῦ Ἀχιλλέως δύναται, ἀλλὰ ἐκ τῆς Ἰλίου, ὡς προελέχθη. καὶ τὸν Ἀχιλλέα δὲ ἐξαίρει καὶ σεμνύνει ἄλλως τε πολυειδῶς καὶ οἷς δὲ ἀπὸ τῆς αὐτοῦ μήνιδος ἀρξάμενος, πρὶν ἢ μὲν παύσασθαι τοῦ μηνίειν, κατασπείρει πολλαχοῦ τῆς ποιήσεως τὴν αὐτοῦ μνήμην, ἵνα μηδεὶς αὐτοῦ λανθάνηται· ἐπὰν δὲ ἀποθέμενον τὴν μῆνιν ἐκφήνῃ αὐτὸν εἰς τὴν μάχην, τὸ ὅλον τῆς ποιήσεως εἰς αὐτὸν δαπανᾷ, καὶ ἀντεπεξαγαγὼν αὐτῷ ἀξιόλογον ἀντίμαχον, τὸν Τρωϊκὸν Ἕκτορα, ὃς τὸν μὲν ἄλλον χρόνον οὐδὲ προκύπτειν τοῦ τείχους ἤθελεν, Ἀχιλλέως δὲ μηνίσαντος μεγάλα κατὰ Ἑλλήνων κατώρθωσε. καὶ ῥίψας αὐτὸν ὑπὸ τῷ Ἀχιλλεῖ συγκατέλυσεν ἐκείνῳ τὴν ποίησιν, οὐ μόνον ὅτι συναπέσβη τῷ Ἕκτορι καὶ ἡ τῶν πολεμικῶν ἔργων θερμότης καὶ οὐκ εἶχεν ὁ ποιητὴς τοῦ λοιποῦ ἐπεξαγαγεῖν ἀντίπαλον τοιοῦτον ἕτερον τῷ Ἀχιλλεῖ, ἀλλὰ καὶ ὅτι ὤκνησεν ἐπὶ πλέον μηκῦναι τὸν λόγον, ἵνα μὴ ἀναγκαίως καὶ εἰς τὸν τοῦ φιλουμένου Ἀχιλλέως θάνατον ἀπενεχθεὶς ἀφηγήσηται, ὅπως ἀγεννῶς οὕτω καὶ ἀναξίως ὁ τηλικοῦτος ἥρως ἔπεσεν. εἰ δέ που παρελάλησέ τι περὶ θανάτου τοῦ Ἀχιλλέως, ἀλλ' οὐ κατὰ ἀφήγησιν καὶ εἰς πλάτος κατὰ σκοπὸν καὶ εἱρμόν, ἀλλ' ὡς ἐκ παρόδου καὶ πεφεισμένως καὶ οἷον εἰπεῖν ἄκροις χείλεσι, καθάπερ καὶ ἄλλα τῶν ὕστερον ἐπισυμβάντων, ὡς καὶ πρὸ ὀλίγου ἐρρέθη. ἔφθημεν γὰρ εἰπόντες, ὅτι ἀπὸ τῶν τελευταίων μὲν ὁ ποιητὴς ἤρξατο, οὐ κατὰ φύσιν οὐδὲ σαφές τι ποιῶν οὐδὲ καθ' εἱρμὸν προβαίνων καὶ συνείρων τοῖς πρώτοις τὰ ἐφεξῆς, ἀλλὰ μετατιθεὶς τὰ πράγματα καὶ ἐκ τῶν μετὰ τὰ πρῶτα ποιούμενος τὴν ἀρχήν· εὐμεθόδως δὲ ὅμως καὶ τὰ παλαιά, ναὶ μὴν καὶ τὰ μετὰ τὴν Ἰλιάδα συστρέφων καὶ στρεβλῶν καὶ περιάγων καὶ παρενείρων τῷ λόγῳ καὶ οὕτω πάντων δραττόμενος καὶ ἀντὶ σαφοῦς μεθόδου εἰς τὴν ἐμπερίβολον μεταχωρῶν καὶ δι' ἧς λόγος ὑψηλὸς γίνεται. ὡς μὴ ἔξω χάριτος εἶναι, εἴ τις τὴν Ὁμηρικὴν ταύτην μεταχείρισιν παρεικάσει τῇ τοῦ γυμνοσοφιστοῦ ἐκείνου, ὃς αἰνιττόμενός τι πρὸς βασιλικὴν ἐρώτησιν βύρσαν νεόδαρτον ἐπιζητήσας καὶ λαβὼν μέσῃ ταύτῃ τὴν χεῖρα ἐπέβαλεν, εἶτα τῇ δρακὶ σφίγγων καὶ πιέζων καὶ περιάγων τὰ κύκλῳ συνήγαγεν εἰς ἓν τὴν ἅπασαν βύρσαν καὶ συνέκλεισεν ἐν βραχεῖ καὶ οὐδὲν αὐτῆς ἔξω ἀφῆκε τῆς ἁφῆς, ἀλλὰ εὐφυῶς τὸ διαπεπταμένον ἐστενοχώρησε. Ὅτι δὲ ἐκ τοῦ χιλός παρονομάζεται ὁ Ἀχιλλεύς, προφέρεται εἰς μαρτυρίαν καὶ ὁ Εὐφορίων, λέγων «ἐς Φθίην χιλοῦ κατήϊε πάμπαν ἄγευστος. τοὔνεκα Μυρμιδόνες μιν Ἀχιλλέα φημίξαντο». τοῦ δὲ χιλός ἡ χρῆσις καὶ παρὰ Ξενοφῶντι, ὡς ἔνθα φησί «στρατιώτας ἀπελθεῖν που ἐκ τοῦ στρατοπέδου διὰ χιλόν». δῆλον δὲ ὅτι σεμνότερον καὶ μετ' εὐφωνίας εὐγενέστερον τὸ Ἀχιλλεύς διὰ δύο λ· διαρκέστερον γὰρ οὕτως ἐνδιατρίβομεν τῷ τοῦ ἥρωος ὀνόματι καὶ γλυκύτερον καὶ ὀγκηρότερον μετὰ καὶ ἀναλόγου λειότητος. (v. 2) Ὅτι τὸ «οὐλομένην»