Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.237
Not analysed yet
ἀνωτέρω εἰρημένου κλῶ καὶ τὸ κλάζω παρῆκται καὶ τὸ κλώζω, καθ' ὃ κλώζεσθαι λέγονται καὶ ἀποσυρίττεσθαι οἱ ἐν θεάτροις νικώμενοι καὶ κλωγμὸν πάσχειν. καὶ ὅτι ἐκ τοῦ κολούω καὶ κόλον κέρας καὶ κόλος βοῦς ὁ κεκολουσμένος τὰ κέρατα, ἐξ οὗ συντέθειται ὁ κολοβός, καὶ κύκλοι δὲ τροπικώτερον μαθηματικοὶ κατ' οὐρανὸν καλούμενοι κόλουροι καὶ ψωμοὶ δὲ ἄκολοι οἱ ἐν Ὀδυσσείᾳ.] (v. 576) Ὅτι καὶ ἐνταῦθα σχῆμά ἐστι τὸ λεγόμενον κατὰ τὸ σιωπώμενον ἐν τῷ «οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος» ἤγουν ἡδονή. νοητέον γάρ, κἂν σεσιώπηται, ὅτι δαινυμένοις ἕωθεν τοῖς περὶ τὸν Δία ἡ ἔρις ἐπιγέγονε. διὸ προϊὼν λέγει, ὅτι πρόπαν ἦμαρ δαίνυντο. αἰνίττεται δὲ ὁ τῆς τοιαύτης δαιτὸς λόγος, ὡς ἑξὸν μύθῳ, τὸ ἀεὶ ἐν ῥᾳστώνῃ ἔμφρονι τὰ θεῖα εἶναι. τοιοῦτον δὲ σχῆμα ἦν καὶ ἐν τοῖς προλαβοῦσιν, ὅπου περὶ Ἀχιλλέως ἔφη ὁ ποιητής, ὅτι οὐδέποτε εἰς ἀγορὰν πωλέσκετο, ἐπόθει δὲ ἀϋτήν τε πόλεμόν τε. νοητέον γὰρ ἐκεῖ, ὅτι διὰ μέσων τῶν δώδεκα ἡμερῶν καὶ ἀγοραί, ὡς εἰκός, ἐγίνοντο καί τινες ἐκδρομαὶ πολέμων οἷον ἐν λόχοις ἢ ἐν λείαις. Ὅμηρος μέντοι οὐ θέλει περὶ μικρά τινα τὸν λόγον ἀπασχολεῖν, ἀλλὰ ἁπλῶς οὕτω τὰ περὶ αὐτῶν παραρριπτεῖ δεικνύς, ὡς εὐπορεῖ μὲν τοῦ καὶ τοιαῦτα γράφειν, ἀπαξιοῖ δὲ αὐτά. Ἰστέον δὲ ὡς τὸ «οὐδέ τι δαιτὸς ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ», [δύναταί τις καὶ ἐπ' ἀλλά τινα παρῳδήσας μεταγαγεῖν, οἷον «οὐδέ τι νίκης ἐσθλῆς ἢ φήμης ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ».] Εὐριπίδης [δὲ] παραφράζων [αὐτό] φησιν· «ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τοῦ ἀγαθοῦ». ἔνθα ὅρα τὸ κρεῖσσον ὡς χρήσιμον καὶ αὐτὸ εἰς τὸ «κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται» καὶ ἑξῆς. ἐνταῦθα δὲ καὶ σχῆμα παραμέμικται ἀντίθετον ὡς τοῦ ἐσθλοῦ