Ancient Greek · ~7 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.238
Not analysed yet
ἀντικειμένου πρὸς τὰ χείρονα. ἔστι δὲ ἐσθλὴ δαὶς ἡ τῶν σοφῶν καὶ σπουδαίων προσώπων, ἐν ᾗ ἐρίζειν οὐ χρή. Ὅτι δὲ μονῆρες ἐν ὀνόμασι τὸ ἦδος, καθὰ καὶ τὸ ὄφελος, καὶ ὅτι ψιλοῦται κατὰ τὴν ἄρχουσαν ὡς τροχαϊκόν, καθὰ καὶ τὸ ἦμαρ, οὐκ ἔστι τὸν περὶ λόγους ἀμφιβαλεῖν. Ἡρωδιανὸς δὲ ἐν τῷ αὐτοῦ Συμποσίῳ δασύνεσθαι αὐτὸ λέγει πρός τινων ὡς ἀπὸ τοῦ ἥδω καὶ τῆς ἡδονῆς. ἐκρίναμεν δέ, φησίν, ὥστε μᾶλλον ψιλοῦν αὐτό. φέρεται δὲ καὶ κανὼν τοιοῦτος· τὰ εἰς ος οὐδέτερα δισύλλαβα ἀρχόμενα ἀπὸ φύσει μακρᾶς ψιλοῦσι τὸ κατ' ἀρχὰς φωνῆεν, οἷον εὖχος, ἦδος. ὅλως δὲ πάντα τὰ τροχαϊκὰ ψιλοῦται, ὡς καὶ τὸ ἦχος, ἦμος, ἀντὶ τοῦ ἡνίκα· οὕτω δὲ καὶ τὸ ἦμαρ μετασχηματισθὲν ἀπὸ τοῦ ἡμέρα, ὡς καὶ τὸ ἦδος Αἰολικῶς ἀπὸ τῆς ἡδονῆς· ὥσπερ καὶ ἀπὸ τοῦ μηχανή μετεσχηματίσθη τὸ μῆχος, ὅπερ καὶ μῆχαρ λέγεται, ὡς ἦμαρ καὶ ὡς μῶμαρ, ὁ μῶμος παρὰ Λυκόφρονι, [προσφυέστερον δὲ εἰπεῖν, ὡς ἀλκὴ ἄλκαρ.] σεσημείωται ἐν τῷ ῥηθέντι κανόνι τῶν τροχαϊκῶν τὸ ἧλος δασυνθὲν καὶ τὸ ᾗχι ἀντὶ τοῦ ὅπου, ἐφ' ὧν ἐστι καὶ ἀπολογία εὔλογος τοῦ δασύνεσθαι αὐτά. [Σημείωσαι δὲ ὅτι τὸ «ἐπεὶ τὰ χερείονα νικᾷ» παραφράσας τις ὕστερον ἐγνωμάτευσεν οὕτω· «τὸ μὲν παράνομον ἐπὶ τὸ χεῖρον ἀνηβᾷ, τὸ δὲ καλὸν ταχέως ἀφίπταται τῆς τῶν ἀνθρώπων πολιτείας».] (v. 579) Ὅτι ἐν τῷ «δαῖτα ταράξῃ» τὸ μὲν σχῆμα ἔοικέ πως ῥητορικῇ ἐπαναστροφῇ· τὸ γὰρ τέλος τῆς πρώτης λέξεως ἀρχὴ τῆς δευτέρας γίνεται, [ὡς καὶ ἐν τῷ «ἔνθα θάασσεν», ἤγουν ἐκάθητο, καὶ ἐν τῷ «ἦλθε θέων».] Τὸ δὲ ταράξῃ ὠνοματοπεποίηται καὶ ἔστι καιριωτάτη λέξις. διὸ καὶ ἀνερμήνευτος ἢ δυσερμήνευτός ἐστιν. ἐξ αὐτῆς δὲ παρὰ τοῖς νεωτέροις ἡ ταραχὴ καὶ ὁ τάραχος. ἐκεῖθεν δὲ καὶ ὁ τάρταρος καὶ τὸ ταρβεῖν, ὡς φανήσεταί