Ancient Greek · ~10 min
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.239
Not analysed yet
που. Ἰστέον δὲ ὅτι σκωπτικὸν εἰς ταραχώδη γέροντα τὸ «ὄφρα μὴ αὖτε νεικείῃσι πατήρ, σὺν δ' ἡμῖν δαῖτα ταράξῃ». (v. 580 s.) Ὅτι καὶ ἐνταῦθα σχῆμα κεῖται καινοπρεπὲς ἐλλειπτικὸν τὸ «εἴ περ γάρ κ' ἐθέλῃσιν Ὀλύμπιος ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστι». καὶ ἔστι τοῦτο ὅμοιον τῷ «εἰ μὲν γὰρ δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί» καὶ ἑξῆς, ὡς ἐκεῖ γέγραπται, ἵνα λέγῃ νῦν, ὡς εἴπερ ὁ Ζεὺς ἐθέλοι ἐκ τῶν οὐρανίων ἑδρῶν μετακινῆσαι ἡμᾶς, ἀνύσει, ὃ θέλει· δύναται γάρ. Τὸ δὲ ἀνύσει, ὃ θέλει, λείπει ὡς φανερὸν ὂν, κἂν μὴ λέγηται· ἢ καὶ ἄλλως λείπει τὸ στυφελίξει ὡς ἀπὸ κοινοῦ λαμβανόμενον, ἵνα ᾖ ὁ λόγος, ὅτι ἐὰν θελήσῃ στυφελίξαι, πάντως ἂν στυφελίξῃ· δύναται γάρ. ἕτεροι δὲ θεραπεύοντες καὶ τοῦτο τὸ σχῆμα εἰς ἀνελλιπές φασιν, ὡς εἴπερ ἐθελήσει Ὀλύμπιος, πάντως ἂν στυφελίξαι ἐκ τῶν ἑδέων. γίνεται δὲ τὸ στυφελίζειν ἀπὸ τοῦ στύφειν καὶ ἑλίσσειν ἢ ἐλελίζειν καὶ δηλοῖ τὸ στρυφνῶς καὶ ἐστυμμένως συστρέφειν. Τὸ δὲ ἕδος ἀπὸ τοῦ ἕζω, ἐξ οὗ καὶ ἡ ἕδρα. καὶ ὅρα καὶ νῦν ὡς ἕδος οὐ μόνον τὸ ἔδαφος ἀλλὰ καὶ ἡ καθέδρα. (v. 582) Ὅτι τὸ καθάπτεσθαι λόγοις οὐκ ἀεὶ ἐπὶ αὐστηρότητος καὶ ὕβρεως, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ τοῦ ὁμιλεῖν καὶ λόγου τινὰ ἀξιοῦν, ὡς καὶ ἐν Ὀδυσσείᾳ εἴρηται. Ὅμηρος οὖν καὶ ἐνταῦθά φησιν· «ἀλλὰ σὺ τόν γ' ἐπέεσσι καθάπτεσθαι μαλακοῖς». καὶ ὅρα ὅτι τὸ καθάπτεσθαι καὶ ἀντὶ προστακτικοῦ τοῦ καθάπτου εἶπεν, ὅπερ ἐστὶ σχῆμα ἐλλειπτικὸν Ἰωνικὸν ἢ καὶ Ἀττικόν, ὡς προγέγραπται· καὶ πτώσει αἰτιατικῇ συνέταξεν. ὅτι δὲ καὶ γενικῇ συντάσσεται τὸ ἅπτεσθαι λεγόμενον ἐν ἁπλότητι, δῆλον καὶ ἐκ τοῦ «ἥψατο γούνων». Σημείωσαι δὲ ὅτι καινότερον εὕρηται παρ' Ἡροδότῳ τὸ καθάπτεσθαι ἐν τῷ «Δημαράτου καὶ τῶν ἄλλων μαρτύρων καθαπτόμενος» ἤγουν μάρτυρας προφέρων τὸν Δημάρατον καὶ τοὺς λοιπούς. [Ὅτι δὲ τὸ ἅπτεσθαι μετὰ τῆς ἐπι προθέσεως δοτικῇ συντάσσεται, φανεῖται ἐν τοῖς ἑξῆς, ὅπου ἐρεῖ ὁ ποιητὴς τὸ «ἐφῆπται τοῖσδέ τισιν ὀλέθρου πείρατα».] Μαλακοὶ δὲ λόγοι οἱ κολακευτικοὶ καὶ ψυχὴν σκληρὰν μαλάσσοντες καί, ὡς εἰπεῖν, μαλακοποιοί, ὡς καὶ δέος χλωρὸν τὸ χλωροποιόν. (v. 583) Ὅτι ἀγαθῆς θεόθεν ἐλπίδος τὸ «αὐτίκ' ἔπειθ' ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν». (v. 586) Ὅτι πραϋντικὸν ἀνθρώπου θυμουμένου ἐν τῷ κακῶς πάσχειν τὸ «τέτλαθι καὶ ἀνάσχεο κηδόμενός περ». (v. 587—9) Εἰ δὲ καὶ ὑπὸ μεγιστᾶνος πάσχει τις, οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ ἐφεξῆς· «μή σε φίλον περ ἐόντα ἐν ὀφθαλμοῖσιν ἴδωμαι θεινόμενον· τότε δ' οὔ τι δυνήσομαι ἀχνύμενός περ