Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Iliadem 1.240
Not analysed yet
χραισμεῖν· ἀργαλέος γὰρ ὁ δεῖνα ἀντιφέρεσθαι», ὅ ἐστιν ἐναντιοῦσθαι· γίνεται δὲ παρὰ τὸ ἀπεναντίας φέρεσθαι. ἡ δὲ λέξις ἢ πάθος δηλοῖ, ἵνα λέγῃ, ὅτι ἀργαλέος ἐστὶ πάσχειν ἐναντίωσιν, ἢ ἐνέργειαν νοουμένη ἀντὶ τοῦ ἀργαλέος ἐστίν, ὥστε τινὰ ἀντιφέρεσθαι ἤγουν ποιεῖν ἐναντίωσιν πρὸς αὐτόν. [Πρωτότυπον δὲ τὸ ἀντιφέρεσθαι τοῦ ἀντιφερίζειν. ἄμφω δὲ οὐκ ἂν εἶεν πάνυ μακρὰν τοῦ ἰσοφαρίζειν ὡς ἰσότητα δηλούσης τῆς προθέσεως. καὶ μὴν δύνανται καὶ ἐναντιότητα δηλοῦν καθ' ὁμοιότητα τοῦ ἀντία φάσθαι. ἰστέον δὲ ὅτι τὸ τέτλαθι ἐκ τοῦ τλῆθι γέγονεν ἀναδιπλασιασμῷ καὶ συστολῇ τῆς παραληγούσης. (v. 587) Τὸ δέ «φίλην περ ἐοῦσαν» καὶ πρὸ αὐτοῦ τὸ «μητρὶ φίλῃ» καὶ πρὸ τούτων τὸ «παῖδα φίλην» σχέσεώς ἐστι συγγενικῆς ἐπίτασις, ἵνα ὥσπερ ἐπιτείνεται ἡ φιλία δι' ἑτεροίας φιλίας κατὰ τὸ «ἑταῖρος φίλος» καὶ τὸ «φίλους κἄτι μᾶλλον ἢ φίλους» τὸ Εὐριπίδειον, οὕτω αὔξοιτο καὶ τὸ συγγενικὸν στέργηθρον διὰ τοῦ φίλον καὶ τῶν τοιούτων. Τὸ δέ «ἐν ὀφθαλμοῖς ἴδωμαι» διέσταλται τοῦ κατὰ νοῦν βλέπειν καὶ ἄλλως δὲ φαντάζεσθαι. Ἴδω δὲ εἰπεῖν καὶ ἴδωμαι ταὐτόν ἐστιν, ὡς μυριαχοῦ φανεῖται.] (v. 590—4) Ὅτι πολλὰ τῶν ἱστορουμένων καὶ μυθευομένων ὁ ποιητὴς οὐκ ἐντελῶς ἐν ἑνὶ τόπῳ ἐκτίθεται, ἀλλ' εὐμεθόδως τέμνει χάριν ποικιλίας καὶ διαφόροις τόποις ἐπιμερίζει τὸ ἕν, ὥσπερ καὶ ἐνταῦθα ἐν τοῖς κατὰ τὴν Ἥραν αὐτὸ τοῦτο μόνον λέγει, ὅτι καὶ ἄλλοτέ ποτε Ζεὺς μὲν θυμὸν ἔσχε κατὰ τῆς Ἥρας, Ἥφαιστος δὲ ἀλεξῆσαι σπεύσας ἔπαθε τὰ μυθευόμενα· ἐν ἄλλοις δὲ καὶ τὴν αἰτίαν ἐρεῖ, δι' ἣν ὁ Ζεὺς ἐχολώθη τῇ Ἥρᾳ, διηγήσεται δὲ καὶ ἅπερ ἐκείνη ἔπαθεν. (v. 591) Ὅτι τὸ ποδὸς ῥιφῆναι τὸν Ἥφαιστον ἀπὸ βηλοῦ θεσπεσίοιο ὑπὸ τοῦ Διὸς οὐδὲν ἄλλο δηλοῖ, καθὰ καὶ προείρηται, ἢ ὅτι πολλάκις αἱ ἄνω ἐκπυρωθεῖσαι ἀναθυμιάσεις ἐν τοῖς μετεώροις κάτω ῥιπτοῦνται, ὥσπερ οἱ κεραυνοὶ καὶ εἴ τι ἄλλο τοιοῦτον, καὶ οὐκ ἔστιν ἐπὶ πολὺ παραμεῖναι τοῖς ἄνω τόποις τοιοῦτον Ἥφαιστον, ἀλλὰ ἢ ἄλλως ἀφανιζόμενος λύεται καὶ σκεδάζεται ἢ κάτω βάλλεται. Βηλὸς δὲ συνήθως ὁ τῆς οἰκίας βατὴρ παρὰ τὸ βαίνεσθαι, ὡς καὶ οὐδὸς παρὰ τὸ ὁδεύεσθαι, ὅθεν καὶ τόποι ἀβέβηλοι μὲν οἱ ἱεροὶ καὶ ἄβατοι, βέβηλοι δὲ οἱ βατοὶ καὶ τοῖς τυχοῦσι. διὸ καὶ Ὅμηρος οἴκους ἐν οὐρανῷ πλάττων, οὓς ὁ μυθικὸς Ἥφαιστος τεύχει ἑκάστῳ θεῷ οἶκον καὶ δῶμα περικλυτὸν σκευάζων, διὰ τοῦτο ἀκολούθως